16
περὶ αὐτῶν ὡς οὐ φαινομένων, εἰκότως ἀνάγκη ἅπασαν τὴν ἔκβασιν αὐτῶν περιμένοντας ὑπομένειν ἅπαν ὅτι ἂν καὶ παθεῖν ὑπὲρ ἐκείνων δέοι 140. Ro+m 8,26 Σχηματισμός ἐστι κατὰ τὸ σύνηθες τῇ θείᾳ γραφῇ τὸ εἰρημένον ὡς ἕτερον φαίνεσθαι τῷ προχείρῳ μᾶλλον ἢ ὃ βούλεται λέγειν· λέγει μὲν γὰρ ὅτι ἡμεῖς οὐδὲ προσδοκᾶν ἐκεῖνα κατά γε τὴν τῆς φύσεως ἀκολουθίαν δυνάμεθα, ἀλλ' ἡ τοῦ πνεύματος χάρις ἧς τὴν ἀπαρχὴν ἐνταῦθα εἰλήφαμεν, ἀναμφιβόλως ἡμῖν ἐγγυᾶται τὴν μετουσίαν ἐκείνων. ἐσχη μάτισε δὲ οὕτως· ἃ προσδοκῶμεν ταῦτα καὶ αἰτοῦμεν παρὰ θεοῦ, ἃ δὲ μὴ δύνατον ἐλπίσαι λαβεῖν, ταῦτα οὐδ' ἂν αἰτῆσαι ποτὲ ἀνασχοίμεθα. τὸ οὖν μὴ δύνασθαι προσδοκᾶν ἐκεῖνα τὸ μὴ εἰδέναι καθὸ δεῖ προσεύξασθαι περὶ αὐτῶν ἐκάλεσεν, ἐπειδή, ὡς ἔφην, ταῦτα οὐδ' ἂν αἰτήσειέν τε ἃ μηδενὶ λόγῳ δύναται προσδοκᾶν. τὸ δὲ τῇ τοῦ πνεύ ματος δυνάμει πάντως αὐτοῖς αὐτὰ περιέσεσθαι ἐλπίζειν τὸ πνεῦμα ἐντυγχάνειν ἔφη· ἐπειδὴ γὰρ εὐχῇ πολλάκις λαμβάνομεν ἑκεῖνα ἃ μηδαμῶς ἑαυτοῖς περιποιῆσαι δυνάμεθα, ἐνετίθη δὲ αὐτοῖς καὶ τὸ πιστεύειν περὶ τῶν μελλόντων ἡ ἐπὶ τοῦ παρόντος βίου τοῦ πνεύματος δόσις. Αὐτό, φησί, τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, ἵνα εἴπῃ ὅτι τοῦτο ἡμῖν ἐκείνων αἴτιον, ὃ ὥσπερ ἐν ἀρραβῶνος τάξει κατὰ τὸν παρόντα βίον ἡμῖν δοθέν, ἀναγκαίως καὶ περὶ τοῦ τελείου πιστεύειν ποιεῖ· ὅθεν ἵνα μὴ νομίσῃς περὶ εὐχῆς λέγειν αὐτὸν ἀληθῶς, ἐπήγαγε στεναγμοῖς ἀλαλήτοις, ἵνα εἴπῃ ὅτι ἀπορρήτῳ τρόπῳ ἐκεῖνα ἐφέλκεται· τὸ γὰρ ἐπὶ ταῖς μελλούσαις ἐπαγγελίαις κατά γε τὸν παρόντα βίον δεδομένον ἡμῖν παρέχεται πάντως ἡμῖν ἐκεῖνα. καὶ τὸ στεναγμοῖς δὲ ἀκολούθως τῷ σχηματισμῷ ὡς ἐπ' εὐχῆς ἔφη, ἐπειδή πως μετὰ στεναγμῶν εὐχόμενοι ἀκούεσθαι νομίζονται μᾶλλον ὡς ἂν συντονώτερον ποιούμενοι τὰς δεήσεις. οὕτω καὶ ἀνωτέρω περὶ τῆς κτίσεως ἔφη τὸ στενάζειν καὶ περὶ ἡμῶν ὅτι στενάζομεν, στεναγμὸν ἁπανταχοῦ τὴν προσδοκίαν ἐκείνων καλέσας, ὥσπερ οὖν 141 κἀνταῦθα ἔφη τὸ πνεῦμα μετὰ στεναγμῶν ἐντυγχάνειν, ὡς ἂν παρέχον ἡμῖν ἐκεῖνα καὶ προσδοκᾶν ἃ τῶν παρασκευαζόντων τὴν ἔκβασιν. Ro+m 8,27 Ἐνταῦθα βούλεται εἰπεῖν ὅτι ταῦτα ἡμῖν παρασχεθήσεται ὑπὸ τοῦ πνεύματος γνώμῃ θεοῦ, ὃς ἐπειδὴ ἠβουλήθη τὴν ἀπαρχὴν ἡμᾶς τοῦ πνεύματος ἐπὶ τοῦ παρόντος κομίσασθαι βίου, ἀναγκαίως παρέξει κἀκεῖνα ὧν ἐπ' ἐλπίδι ταύτην ἐκομισάμεθα. ἐπεὶ δὲ ἐσχημάτισεν ὡς ἐπ' εὐχῆς τὸ διὰ τῆς ἐνταῦθα ἀπαρχῆς τοῦ πνεύματος ἀναγκαίως ἡμᾶς προσδοκᾶν καὶ τὰ μέλλοντα, ἀναγκαίως ἐπήγαγεν, ὅτι καὶ ὁ θεὸς εἰδὼς τὸ βούλημα τοῦ πνεύματος, καὶ ὅτι κατὰ γνώμην αὐτοῦ τὰς αἰτήσεις ποιεῖται, ἐπινύει τῇ προσευχῇ. καλῶς δὲ καὶ τὸ ὑπὲρ ἁγίων, ἵνα εἴπῃ τῶν πρὸς τοῦτο ἀφωρισμένων καὶ μετεσχη κότων ἤδη τοῦ πνεύματος. ἐντυγχάνειν δὲ τὸ πνεῦμα τὸ χάρισμα λέγει τὸ ἐπὶ τοῦ παρόντος ἡμῖν δεδομένον βίου, ὃ καὶ ἀπαρχὴν τοῦ πνεύματος, οὐ τῆς ὑποστάσεως αὐτοῦ καλεῖ ἀλλὰ τῆς τότε ἡμῖν εἰς παντελῆ μετουσίαν τῶν ἀγαθῶν προσδοκωμένης δοθήσεσθαι χάριτος. ὅτι μέντοι σύνηθες τῇ θείᾳ γραφῇ σχηματίζειν, τάδε ἀπὸ τῶν τῷ μακαρίῳ ∆αυὶδ συνεχῶς τὰ τοιαῦτα λέγειν εἰωθότι· γνόφον ἔχοντα ὑπὸ τοὺς πόδας καὶ ὅσα κατ' ἐκεῖνο τὸ μέρος φησίν· οὐδὲ γὰρ τοῦ παρόντος ἅπαντα λέγειν ἐστὶ καιροῦ. ἐν δὲ τῷ εἰκοστῷ τρίτῳ πρός τε τὰς πύλας φωνὴν σχηματίζει, ὡς ἂν ἀνοιχθῆναι ὀφει λούσας, καὶ παρ' αὐτῶν ἀπόκρισιν· τούτων γὰρ οὐδὲν μέν, ὡς εἴρηται, νοεῖσθαι δύναται, ἕτερα δέ τινά ἐστι τὰ ἀπ' αὐτῶν ἐμφαινόμενα. ἐγὼ μέντοι τέθεικα καὶ τοῦτο ὥστε μηδένα καινόν τι νομίζειν λέγεσθαι παρ' ἡμῶν τὸ κατὰ σχηματισμὸν εἰρῆσθαι τῷ ἀποστόλῳ τὰ προκείμενα. Ro+m 8,28 Οὐ δεῖ θαυμάζειν, φησίν, εἰ τοιαῦτα μὲν τότε προσδοκῶμεν ἡμῖν ἀγαθὰ περιέσεσθαι, ἐν ἀνηκέστοις δὲ ἄγαν κακοῖς κατὰ τὸ παρὸν εὑρισκόμεθα πάνυ γε εἰδότας ὡς διὰ πάντων εὐεργετεῖν ἔθος τῷ θεῷ 142 τοὺς ἀγαπῶντας αὐτόν ἄφθονον αὐτοῖς τῶν ἀγαθῶν τὴν χορηγίαν παρεχόμενος, ὥστε καὶ ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν μείζονας αὐτοῖς τοὺς αἰωνίους προξενεῖσθαι