17
ἀλογωτέρῳ τῆς ψυχῆς εἴδει κατὰ τὸ συμβὰν διαπλάττεσθαι. Τῶν γὰρ αἰσθήσεων τὴν ψυχὴν ἀπολυθεῖσαν διὰ τοῦ ὕπνου, καὶ τῶν κατὰ νοῦν ἐνεργειῶν ἐκτὸς εἶναι κατ' ἀνάγκην συμβαίνει. ∆ιὰ γὰρ τούτων πρὸς τὸν ἄνθρωπον ἡ τοῦ νοῦ συν ανάκρασις γίνεται· τῶν οὖν αἰσθήσεων παυσαμένων, ἀργεῖν ἀνάγκη καὶ τὴν διάνοιαν. Τεκμήριον δὲ τὸ καὶ ἐν ἀτόποις καὶ ἐν ἀμηχάνοις πολλάκις δοκεῖν εἶναι τὸν φανταζόμενον· ὅπερ οὐκ ἂν ἐγένετο, λογισμῷ καὶ διανοίᾳ τῆς ψυχῆς τηνικαῦτα διοικουμένης. Ἀλλά μοι δοκεῖ ταῖς προτιμοτέραις τῶν δυνάμεων τῆς ψυ χῆς ἠρεμούσης (φημὶ δὲ ταῖς κατὰ τὸν νοῦν καὶ τὴν αἴσθησιν ἐνεργείαις) μόνον τὸ θρεπτικὸν αὐτῆς μέρος ἐνεργὸν κατὰ τὸν ὕπνον εἶναι, ἐν δὲ τούτῳ τῶν καθ' ὕπαρ γενομένων εἴδωλά τινα, καὶ ἀπηχήματα τῶν τε κατ' αἴσθησιν, καὶ τῶν κατὰ διάνοιαν ἐνεργουμέ νων, ἅπερ αὐτῷ διὰ τοῦ μνημονευτικοῦ τῆς ψυχῆς εἴδους ἐνετυπώθη· ταῦτα καθὼς ἔτυχεν ἀναζωγρα φεῖσθαι, ἀπηχήματός τινος μνημονικοῦ τῷ τοιούτῳ εἴδει τῆς ψυχῆς παραμείναντος. Ἐν τούτοις οὖν φαντασιοῦται ὁ ἄνθρωπος, οὐχ εἱρμῷ τινι πρὸς τὴν τῶν φαινομένων ὁμιλίαν ἀγόμενος, ἀλλὰ πεφυρμέναις τισὶ καὶ ἀνακολούθοις ἀπάταις περιπλα νώμενος. Καθάπερ δὲ κατὰ τὰς σωματικὰς ἐνεργείας, 169 τῶν μερῶν ἰδιαζόντως τι κατὰ τὴν ἐγκειμένην αὐτῷ φυσικῶς δύναμιν ἐνεργοῦντος, γίνεταί τις καὶ τοῦ ἠρεμοῦντος μέρους πρὸς τὸ κινούμενον συνδιάθεσις· ἀναλόγως καὶ ἐπὶ τῆς ψυχῆς, κἂν τὸ μὲν αὐτῆς ἠρε μοῦν, τὸ δὲ κινούμενον τύχῃ, τὸ ὅλον τῷ μέρει συν διατίθεται. Οὐδὲ γὰρ ἐνδέχεται συνδιασπασθῆναι πάντη τὴν κατὰ φύσιν ἑνότητα, κρατούσης ἐν μέρει τινὸς τῶν κατ' αὐτὴν δυνάμεων διὰ τῆς ἐνεργείας. Ἀλλ' ὥσπερ ἐγρηγορότων τε καὶ σπουδαζόντων ἐπικρατεῖ μὲν ὁ νοῦς, ὑπηρετεῖ δὲ ἡ αἴσθησις, οὐκ ἀπολείπεται δὲ τούτων ἡ διοικητικὴ τοῦ σώματος δύναμις (ὁ μὲν γὰρ νοῦς πορίζει τὴν τροφὴν τῇ χρείᾳ, ἡ δὲ αἴσθη σις τὸ πορισθὲν ὑπεδέξατο, ἡ δὲ θρεπτικὴ τοῦ σώμα τος δύναμις ἑαυτῇ τὸ δοθὲν προσῳκείωσεν)· οὕτω καὶ κατὰ τὸν ὕπνον ἀντιμεθίσταταί πως ἐν ἡμῖν ἡ τῶν δυνάμεων τούτων ἡγεμονία· καὶ κρατοῦντος τοῦ ἀλογωτέρου, παύεται μὲν ἡ τῶν ἑτέρων ἐνέργεια, οὐ μὴν παντελῶς ἀποσβέννυται. Ἐπειγομένης δὲ τηνι καῦτα διὰ τοῦ ὕπνου πρὸς τὴν πέψιν τῆς θρεπτικῆς δυνάμεως, καὶ πᾶσαν τὴν φύσιν πρὸς ἑαυτὴν ἀσχο λούσης, οὔτε παντελῶς διασπᾶται ταύτης ἡ κατ' αἴσθησιν δύναμις (οὐ γὰρ ἐνδέχεται τὸ ἅπαξ συμ πεφυκὸς διατέμνεσθαι), οὔτε ἀναλάμπειν ἡ αὐτῆς ἐνέργεια δύναται, τῇ τῶν αἰσθητηρίων ἀργίᾳ κατὰ τὸν ὕπνον ἐμπεδηθεῖσα. Κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ τοῦ νοῦ πρὸς τὸ αἰσθητικὸν εἶδος τῆς ψυ χῆς οἰκειουμένου, ἀκόλουθον ἂν εἴη καὶ κινουμένου τούτου, συγκινεῖσθαι λέγειν αὐτὸν, καὶ ἠρεμοῦντος συγκαταπαύεσθαι. Οἷον δέ τι περὶ τὸ πῦρ γίνεσθαι πέφυκεν, ὅταν μὲν ὑποκρυφθῇ τοῖς ἀχύροις ἁπανταχόθεν, μηδεμιᾶς ἀναπνοῆς ἀναῤῥιπιζούσης τὴν φλόγα, οὔτε τὰ προσπαρακείμενα νέμεται, οὔτε παντελῶς κατασβέννυται, ἀλλ' ἀντὶ φλογὸς ἀτμός τις διὰ τῶν ἀχύρων ἐπὶ τὸν ἀέρα διέξεισιν, εἰ δέ τινος λάβοιτο διαπνοῆς, φλόγα τὸν καπνὸν ἀπεργάζεται· τὸν αὐ τὸν τρόπον καὶ ὁ νοῦς τῇ ἀπραξίᾳ τῶν αἰσθήσεων κατὰ τὸν ὕπνον συγκαλυφθεὶς, οὔτε ἐκλάμπειν δι' αὐτῶν δυνατῶς ἔχει, οὔτε μὴν παντελῶς κατασβέν νυται· ἀλλ' οἷον καπνοειδῶς κινεῖται, τὸ μέν τι ἐνερ γῶν, τὸ δὲ οὐ δυνάμενος. Καὶ ὥσπερ τις μουσικὸς κεχαλασμέναις ταῖς χορδαῖς τῆς λύρας ἐμβαλὼν τὸ πλῆκτρον, οὐ κατὰ ῥυθμὸν προάγει τὸ μέλος· οὐ γὰρ ἂν τὸ μὴ συντεταμένον ἠχήσειεν· ἀλλ' ἡ μὲν χεὶρ τεχνικῶς πολλάκις κινεῖται, πρὸς τὴν τοπικὴν θέσιν τῶν τόνων τὸ πλῆκτρον ἄγουσα, τὸ δὲ ἠχοῦν οὐκ ἔστιν, εἰ μὴ ὅσον ἄσημόν τινα καὶ ἀσύντακτον ἐν τῇ κινήσει τῶν χορδῶν ὑπηχεῖ τὸν βόμβον· οὕτω διὰ τοῦ ὕπνου τῆς ὀργανικῆς τῶν αἰσθητηρίων κατασκευῆς χαλασθείσης, ἢ καθόλου ἠρεμεῖ ὁ τεχνίτης, εἴπερ τελείαν λύσιν ἐκ πληθώρας τινὸς καὶ βάρους πάθοι τὸ ὄργανον, ἢ ἀτόνως τε καὶ ἀμυδρῶς ἐνεργήσει, οὐχ ὑποδεχομένου τοῦ αἰσθητικοῦ ὀργάνου δι' ἀκριβείας τὴν τέχνην.