1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

17

παρήγαγε, νέους, ἐρήμους, οὐδεμίαν ἔχοντας προστασίαν, δούλους, αἰχμαλώτους, ἀπόλιδας. Καὶ τί φησιν; Εἰ ἀληθῶς, Σεδρὰκ, Μισὰκ, Ἀβδεναγὼ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι 54.601 τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε; Τί οὖν ἐκεῖνοι; Θέασαι πῶς αὐτοὺς ἡ ἀρετὴ αἰχμαλώτους ὄντας βασιλικωτέρους ἐποίησε τοῦ βασιλέως, καὶ ὑψηλότερον αὐτῶν ἔδειξε τὸ φρόνημα. Οὐ γὰρ ὡς βασιλεῖ διαλεγόμενοι, ἀλλ' ὥσπερ πρὸς ὑπήκοον τὸν λόγον ἔχοντες, οὕτω μετὰ παῤῥησίας ἀπεκρίνοντο. Οὐ χρεία, φασὶν, ἐστὶν ἡμῖν περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναι τῷ βασιλεῖ. Οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων ποιησόμεθα τὴν ἀπόδειξιν. Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς. Ἀνέμνησαν αὐτὸν τῆς ἐπὶ τοῦ ∆ανιὴλ εὐεργεσίας, αὐτὰ τὰ ῥήματα εἰπόντες, ἅπερ ὁ προφήτης εἶπε τότε. Τί γὰρ ἐκεῖνος ἔλεγεν; Οὐκ ἔστι μάγων Γαζαρηνῶν, Χαλδαίων τὸ ῥῆμα, ὃ ὁ βασιλεὺς ἀπαιτεῖ· ἀλλ' ἔστι Θεὸς ἐν οὐρανοῖς ἀποκαλύπτων μυστήρια. Ταύτης οὖν αὐτὸν ἀναμιμνήσκουσι τῆς φωνῆς, ὥστε ποιῆσαι ἐπιεικέστερον. Εἶτά φησι· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ὅρα σοφίαν τῶν νέων ἐκείνων. Ἵνα μὲν γὰρ μὴ καταγνῶσιν ἀσθένειαν τοῦ Θεοῦ οἱ τότε παρόντες, εἰ συμβαίη ἐμπεσόντας αὐτοὺς εἰς τὴν κάμινον ἀποθανεῖν, προλαβόντες ὡμολόγησαν αὐτοῦ τὴν δύναμιν, εἰπόντες, ὅτι Ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς δύναται ἐξελέσθαι ἡμᾶς· ἵνα δὲ μὴ πάλιν διαφυγόντες τὴν φλόγα, νομισθῶσιν ἐπὶ μισθῷ καὶ ἀμοιβῇ τῷ Θεῷ δουλεύειν, ἐπήγαγον, ὅτι Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· ὁμοῦ καὶ τοῦ Θεοῦ τὴν δύναμιν ἀνακηρύττοντες, καὶ τὸ παράστημα τῆς ἑαυτῶν δεικνύντες ψυχῆς, ἵνα μὴ, ὅπερ ἐπὶ τοῦ Ἰὼβ εἶπεν ὁ διάβολος συκοφαντῶν, τοῦτό τις καὶ περὶ τούτων εἴπῃ. Τί δὲ περὶ τοῦ Ἰὼβ εἶπεν ὁ διάβολος; ὅτι Οὐ δωρεὰν σέβεταί σε Ἰώβ· περιέφραξας γὰρ αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω. Ἵν' οὖν μὴ καὶ περὶ τούτων ἔχῃ τις τοῦτο λέγειν, ἐκεῖνοι προλαβόντες ἐνέφραξαν τὸ ἀναίσχυντον στόμα. Ἀλλ' ὅπερ ἔλεγον, κἂν αἰχμάλωτος ᾖ τις, κἂν δοῦλος, κἂν ξένος, κἂν ἐπὶ τῆς ἀλλοτρίας διατρίβῃ γῆς, καὶ τὴν ἀρετὴν ἔχῃ μεθ' ἑαυτοῦ, πάντων βασιλέων βασιλικώτερος ἔσται. Εἶδες καὶ τὴν τῶν γυναικῶν δουλείαν λυθεῖσαν, καὶ τὴν τῶν οἰκετῶν, καὶ τὴν τῶν ἀρχομένων; ∆εῦρό σοι δείξω λοιπὸν καὶ τὸν τῶν θηρίων φόβον ἐκβεβλημένον. Ἐνέβαλον τὸν ∆ανιὴλ εἰς τὸν λάκκον ἐπὶ τῆς αὐτῆς Βαβυλῶνός ποτε· ἀλλ' οὐκ ἐτόλμων ἅψασθαι οἱ λέοντες αὐτοῦ. Τὴν ἀρχαίαν γὰρ καὶ βασιλικὴν εἰκόνα διαλάμπουσαν εἶδον ἐν αὐτῷ, ἐκείνους τοὺς χαρακτῆρας ἔβλεπον, οὓς ἑώρων ἐπὶ τοῦ Ἀδὰμ πρὸ τῆς ἁμαρτίας. Καὶ γὰρ μετὰ τῆς αὐτῆς ὑποταγῆς ἐλθόντες πρὸς τὸν Ἀδὰμ, τὰ ὀνόματα ἐδέξαντο τότε. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ μακαρίου Παύλου τοῦτο γέγονε. Καὶ γὰρ ἐκεῖνος εἰς τὴν βαρβάρων νῆσον ἐκπεσὼν, παρεκάθητο πυρᾷ θερμαινόμενος· εἶτα ἀπὸ τῶν φρυγάνων ἐκπηδήσασα ἔχις καθίκετο αὐτοῦ τῆς χειρός. Τί οὖν μετὰ ταῦτα ἐγίνετο; Ἐξέπεσε τὸ θηρίον εὐθέως. Ἐπειδὴ γὰρ ἁμαρτίαν οὐχ εὗρεν, οὐδὲ δακεῖν ἴσχυσεν· ἀλλ' ὥσπερ ἡμεῖς, ἐπειδάν τινα σκόπελον λεῖον βουλώμεθα ἀναβῆναι, μηδαμόθεν εὑρίσκοντες ἀντιλαβὰς, καταπίπτομεν εὐθέως, κἂν πέλαγος ὑποκείμενον ᾖ, κἂν βάραθρον· οὕτω καὶ τὸ θηρίον ἐκεῖνο, καὶ ταῦτα πυρᾶς ὑποκειμένης, οὐχ εὑρὸν τῆς ἁμαρτίας τὴν ἀντιλαβὴν, οὐδὲ ὅπου τοὺς 54.602 ὀδόντας ἀπερείσῃ, κατέπεσεν εἰς τὴν πυρὰν, καὶ διεφθάρη. Βούλει καὶ τρίτον εἴπω σοι τρόπον ἀπολογίας; Εἷς μέν ἐστι, τὸ μὴ τοὺς προτέρους ἡμαρτηκέναι μόνον, ἀλλὰ καὶ τοὺς μετ' ἐκείνους· δεύτερος, τὸ τοὺς κατωρθωκότας, καὶ ταῦτα ἐν τῷ παρόντι διατρίβοντας βίῳ, κουφοτέρας πειραθῆναι τῆς δουλείας· μᾶλλον δὲ ὁλοκλήρου ταύτης ἀπαλλαγῆναι, καθάπερ οὖν καὶ ἐπὶ τῶν γυναικῶν, καὶ ἐπὶ τῶν ἀρχομένων, καὶ ἐπὶ τῶν θηρίων