1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

18

∆ιὰ τοῦτο ἤ τε μνήμη συγκεχυμένη, καὶ ἡ πρόγνωσις προκαλύμμασί τισιν ἀμφιβόλοις ἐπι νυστάζουσα, ἐν εἰδώλοις τῶν καθ' ὕπαρ σπουδαζομέ νων φαντασιοῦται, καί τι τῶν ἐκβαινόντων πολλάκις ἐμήνυσε. Τῷ γὰρ λεπτῷ τῆς φύσεως, ἔχει τι πλέον παρὰ τὴν σωματικὴν παχυμέρειαν εἰς τὸ καθορᾷν τι τῶν ὄντων δύνασθαι. Οὐ μὴν δι' εὐθείας τινὸς δύνα 172 διασαφεῖν τὸ λεγόμενον, ὡς τηλαυγῆ τε καὶ πρό δηλον εἶναι τὴν τῶν προκειμένων διδασκαλίαν· ἀλλὰ λοξὴ καὶ ἀμφίβολος τοῦ μέλλοντος ἡ δήλωσις γίνεται, ὅπερ αἴνιγμα λέγουσιν οἱ τὰ τοιαῦτα ὑποκρινόμενοι. Οὕτως ὁ οἰνοχόος ἐκθλίβει τὴν βότρυν τῇ κύλικι τοῦ Φαραώ· οὕτω κανηφορεῖν ὁ σιτοποιὸς ἐφαντάσθη, ἐν οἷς καθ' ὕπαρ ἑκάτερος τὴν σπουδὴν εἶχεν, ἐν τούτοις εἶναι καὶ διὰ τῶν ὀνείρων οἰόμενος. Τῶν γὰρ συνήθων αὐτοῖς ἐπιτηδευμάτων τὰ εἴδωλα τῷ προγνωστικῷ τῆς ψυχῆς ἐντυπωθέντα, παρέσχεν ἐπὶ καιροῦ τῶν ἐκ βησομένων διὰ τῆς τοιαύτης τοῦ νοῦ προφητείας καταμαντεύσασθαι. Εἰ δὲ ∆ανιὴλ καὶ Ἰωσὴφ, καὶ οἱ κατ' ἐκείνους θείᾳ δυνάμει, μηδεμιᾶς αὐτοὺς ἐπιθολούσης αἰσθήσεως, τὴν τῶν μελλόντων γνῶσιν προεπαιδεύοντο, οὐδὲν τοῦτο πρὸς τὸν προκείμενον λόγον. Οὐδὲ γὰρ ἄν τις ταῦτα τῇ δυνάμει τῶν ἐνυπνίων λογίσαιτο, ἐπεὶ πάντως ἐκ τοῦ ἀκολούθου καὶ τὰς καθ' ὕπαρ γινομένας θεοφανείας οὐκ ὀπτασίαν, ἀλλὰ φύσεως ἀκολουθίαν κατὰ τὸ αὐτόματον ἐνεργουμένην οἰήσεται. Ὥσπερ τοίνυν πάντων ἀνθρώ πων κατὰ τὸν ἴδιον νοῦν διοικουμένων, ὀλίγοι τινές εἰ σιν οἱ τῆς θείας ὁμιλίας ἐκ τοῦ ἐμφανοῦς ἀξιούμενοι· οὕτω κοινῶς πᾶσι καὶ ὁμοτίμως τῆς ἐν ὕπνοις φαν τασίας κατὰ φύσιν ἐγγινομένης, μετέχουσί τινες, οὐχὶ πάντες, θειοτέρας τινὸς διὰ τῶν ὀνείρων τῆς ἐμφανείας. Τοῖς δ' ἄλλοις πᾶσι κἂν γένηταί τις ἐξ ἐνυπνίων περί τι πρόγνωσις, κατὰ τὸν εἰρημένον γίνεται τρόπον. Εἰ δὲ καὶ ὁ Αἰγύπτιος καὶ ὁ Ἀσσύριος τύραννος θεόθεν πρὸς τὴν τῶν μελλόντων ὡδη γοῦντο γνῶσιν, ἑτερόν ἐστι τὸ διὰ τούτων οἰκονομού μενον· φανερωθῆναι γὰρ ἔδει κεκρυμμένην τὴν τῶν ἁγίων σοφίαν, ὡς ἂν μὴ ἄχρηστος τῷ κοινῷ παρα δράμῃ τὸν βίον. Πῶς γὰρ ἐγνώσθη τοιοῦτος ὢν ∆ανιὴλ, μὴ τῶν ἐπαοιδῶν καὶ μάγων πρὸς τὴν εὕρε σιν τῆς φαντασίας ἀτονησάντων, Πῶς δ' ἂν περι εσώθη τὸ Αἰγύπτιον ἔθνος, ἐν δεσμωτηρίῳ καθειργμέ νου τοῦ Ἰωσὴφ, εἰ μὴ παρήγαγεν εἰς μέσους αὐτὸν ἡ τοῦ ἐνυπνίου κρίσις; Οὐκοῦν ἄλλο τι ταῦτα, καὶ οὐχὶ κατὰ τὰς κοινὰς φαντασίας λογίζεσθαι χρή. Ἡ δὲ συνήθης αὕτη τῶν ὀνείρων ὄψις κοινὴ πάντων ἐστὶ, πολυτρόπως καὶ πολυειδῶς ταῖς φαντασίαις ἐγγινομένη. Ἢ γὰρ παραμένει, καθὼς εἴρηται, τῷ μνημονικῷ τῆς ψυχῆς τῶν μεθημερινῶν ἐπιτηδευ μάτων τὰ ἀπηχήματα· ἡ πολλάκις καὶ πρὸς τὰς ποιὰς τοῦ σώματος διαθέσεις ἡ τῶν ἐνυπνίων κατά στασις ἀνατυποῦται. Οὕτω γὰρ ὁ διψώδης ἐν πηγαῖς εἶναι δοκεῖ, καὶ ἐν εὐωχίαις ὁ τροφῆς προσδεόμενος, καὶ ὁ νέος, σφριγώσης αὐτῷ τῆς ἡλικίας, καταλλήλῳ τῷ πάθει φαντασιοῦται. Ἔγνων δὲ καὶ ἄλλην ἐγὼ τῶν καθ' ὕπνου γενομένων αἰτίαν, θεραπεύων τινὰ τῶν ἐπιτηδείων ἑαλωκότα φρενίτιδι, ὃς βαρούμενος τῇ τροφῇ πλείονι τῆς δυνάμεως αὐτοῦ προσενεχθείσῃ, ἐβόα, τοὺς περιεστῶτας μεμφόμενος, ὅτι ἔντερα κόπρου πληρώσαντες εἶεν ἐπιτεθεικότες αὐτῷ.

173 Καὶ ἤδη τοῦ σώματος αὐτῷ πρὸς ἱδρῶτα σπεύ δοντος, ᾐτιᾶτο τοὺς παρόντας ὕδωρ ἔχειν ἡτοιμα σμένον, ἐφ' ᾧ τε καταβρέξαι κείμενον, καὶ οὐκ ἐνεδί δου βοῶν, ἕως ἡ ἔκβασις τῶν τοιούτων μέμψεων τὰς αἰ τίας ἡρμήνευσεν. Ἀθρόως γὰρ ἱδρώς τε πολὺς ἐπεῤῥύη τῷ σώματι, καὶ ἡ γαστὴρ ὑποφθαρεῖσα τὴν ἐν τοῖς ἐν τέροις βαρύτητα διεσήμανεν. Ὅπερ τοίνυν, ἀμβλυν θείσης ὑπὸ τῆς νόσου τῆς νήψεως, ἔπασχεν ἡ φύσις συνδιατιθεμένη τῷ πάθει τοῦ σώματος, τοῦ μὲν ὀχλοῦντος οὐκ ἀναισθήτως ἔχουσα, διασαφῆναι δὲ τὸ λυποῦν ἐναργῶς, διὰ τὴν ἐκ τῆς νόσου παραφορὰν, οὐκ ἰσχύουσα· τοῦτο κατὰ τὸ εἰκὸς, εἰ μὴ ἐξ ἀῤῥω στίας, ἀλλὰ τῷ κατὰ φύσιν ὕπνῳ τὸ διανοητικὸν τῆς ψυχῆς κατηυνάσθη, ἐνύπνιον ἂν τῷ οὕτως διακει μένῳ ἐγίνετο, ὕδατι μὲν τῆς τοῦ ἱδρῶτος ἐπιῤῥοῆς, ἐντέρων δὲ βάρει τῆς κατὰ τὴν