1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

18

ἐδείξαμεν. Τρίτος μετ' ἐκείνους, τὸ μείζονα τῶν ἀγαθῶν, ὧν οἱ παρὰ τὴν ἀρχὴν ἁμαρτόντες ἡμᾶς ἐξέβαλον, παραγενόμενον ἡμῖν ὑποσχέσθαι τὸν Χριστὸν ἀγαθὰ νῦν. Τί γὰρ θρηνεῖς, εἰπέ μοι; ὅτι σε ἁμαρτὼν ὁ Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου; Κατόρθωσον, καὶ ζήλωσον σὺ ἀρετήν· καὶ οὐχὶ παράδεισον, ἀλλ' αὐτὸν ἀνοίγω σοι τὸν οὐρανὸν, καὶ οὐδὲν ἐκ τῆς τοῦ πρωτοπλάστου παρακοῆς ἀφίημί σε παθεῖν δεινόν. Θρηνεῖς ὅτι σε τῆς ἀρχῆς τῶν θηρίων παρέλυσεν; Ἰδού σοι καὶ δαίμονας ὑποτάττω, ἐὰν προσέχῃς. Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οὐκ εἶπεν, ἄρχετε, καθάπερ ἐπὶ τῶν θηρίων, ἀλλὰ, Πατεῖτε, ἐπιτεταμένην εἰσάγων τὴν ἀρχήν. γʹ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος οὐκ εἶπεν, Ὁ Θεὸς ὑποτάξει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν, ἀλλ' Ὁ Θεὸς συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν. Οὐκέτι, καθάπερ πρότερον, Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ αὐτοῦ τηρήσεις πτέρναν· ἀλλ' ὁλόκληρος ἡ νίκη, καθαρὸν τὸ τρόπαιον, παντελὴς ἀφανισμὸς τοῦ πολεμίου, καὶ συντριβὴ, καὶ ἀπώλεια. Ὑπέταξέ σε τῷ ἀνδρὶ ἡ Εὔα· ἀλλ' ἐγώ σε οὐκ ἀνδρὸς ὁμότιμον μόνον, ἀλλὰ καὶ αὐτῶν ποιῶ τῶν ἀγγέλων, ἐὰν ἐθέλῃς. Ἀπεστέρησέ σε τῆς παρούσης ζωῆς· ἐγὼ δέ σοι καὶ τὴν μέλλουσαν χαρίζομαι, τὴν ἀγήρω καὶ ἀθάνατον, καὶ μυρίων γέμουσαν ἀγαθῶν. Μηδεὶς τοίνυν διὰ τοὺς προτέρους ἐπηρεάσθαι νομιζέτω· καὶ γὰρ ἂν θελήσωμεν ἅπασιν, οἷς παρέχειν μέλλει, ἐπεξελθεῖν, πολλῷ μείζονα τὰ δοθέντα, ὧν ἀπωλέσαμεν, εὑρήσομεν. Ἀπὸ δὲ τῶν εἰρημένων καὶ τὰ λοιπὰ δῆλα. Βίον ἐπίμοχθον εἰσήγαγεν ὁ Ἀδάμ· ὁ Χριστὸς ὑπέσχετο ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν χαριεῖσθαι ἐπαγγέλλεται. ∆εῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· ἐν φυλακῇ, καὶ ἤλθετε πρός με. Ἆρα οὖν ἀκουσόμεθα καὶ ἡμεῖς τῆς μακαρίας ἐκείνης φωνῆς; Οὐ σφόδρα ἂν ἰσχυρισαίμην ἐγώ· πολλὴ γὰρ παρ' ἡμῖν τῶν πενήτων ἡ ὑπεροψία. Νηστείας καιρὸς, παραίνεσις τοσαύτη καὶ διδασκαλία σωτηρίων διδαγμάτων, εὐχαὶ συνεχεῖς, σύλλογοι καθημερινοὶ, καὶ τί μετὰ τὴν τοσαύτην ἐπιμέλειαν ὄφελος; Οὐδέν. Ἀναχωροῦμεν γὰρ ἐντεῦθεν ὁρμαθοὺς πενήτων ὁρῶντες στοιχηδὸν ἑκατέρωθεν ἑστηκότων· καὶ ὥσπερ κίονας βλέποντες, ἀλλ' οὐκ ἀνθρώπινα σώματα, οὕτως ἀνηλεῶς παρατρέχομεν. Ὥσπερ οὖν ἀνδριάντας ἀψύχους, ἀλλ' οὐκ ἐμπνέοντας 54.603 ἀνθρώπους βλέποντες, οὕτως οἴκαδε ἐπειγόμεθα. Τὸ γὰρ πεινῇν καταναγκάζει, φησί. Καὶ μὴν τὸ πεινῇν πειθέτω μένειν· αἱ μὲν γὰρ ἐμπεπλησμέναι γαστέρες, κατὰ τὴν παροιμίαν, τὰς πεινώσας ἀγνοοῦσιν· αἱ δὲ πεινῶσαι ἐκ τῆς οἰκείας ἀνάγκης καὶ τὴν ἀλλοτρίαν ἐπιγινώσκουσι· μᾶλλον δὲ οὐδὲ οὕτω δυνατὸν πᾶσαν αὐτὴν κατιδεῖν. Σὺ μὲν γὰρ ἐπὶ παρεσκευασμένην τρέχεις τράπεζαν, καὶ οὐδὲ μικρὸν ἀναμεῖναι ἀνέχῃ· ὁ δὲ πένης ἕστηκε μέχρι τῆς ἑσπέρας αὐτῆς, σπεύδων καὶ ἐπειγόμενος τὴν ἐφήμερον τροφὴν ἀπαρτίσαι· καὶ ὁρῶν τὴν μὲν ἡμέραν πληρωθεῖσαν, τὸ δὲ ἀργύριον οὐδέπω πληρωθὲν ἅπαν, τὸ πρὸς τροφὴν ἀρκοῦν ἐφήμερον, ὀδυνᾶται καὶ ἐμπίπραται, καὶ μείζονα τῆς οἰκείας δυνάμεως τολμᾷν ἀναγκάζεται. ∆ιὰ τοῦτο ἐν ἑσπέρᾳ σφοδρότερον ἡμῖν ἐπιτίθενται, ὀμνύντες, ὁρκοῦντες, θρηνοῦντες, ὀλοφυρόμενοι, τὰς χεῖρας ἐκτείνοντες, μυρία ἕτερα ἀναισχυντεῖν ἀναγκαζόμενοι. ∆εδοίκασι γὰρ μὴ, πάντων οἴκαδε ἀναχωρησάντων, ὡς ἐν ἐρήμῳ, τῇ πόλει πλανᾶσθαι μέλλωσι. Καὶ καθάπερ οἱ ναυαγίῳ περιπεσόντες ἐν ἡμέρᾳ, ἐπειδὰν ἐπιλάβωνται σανίδος, πρὸ τῆς ἑσπέρας τὸν λιμένα καταλαβεῖν ἐπείγονται, μήποτε τῆς νυκτὸς ἐπελθούσης ἔξω μείναντες χαλεπωτέρου