1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

18

εἰς θηρία. Ἀλλ' ἴδωμεν πῶς; Ἐκεῖνα μὲν μῦθος, ταῦτα δὲ ἀλήθεια. Τίνος γὰρ ἕνεκεν ἐκείνους μετέβαλον; ∆ι' οὐδέν· ἡ δὲ Γραφὴ καὶ τὴν αἰτίαν φησί· Ἵνα γνῶσι πάντες, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασι λείας τῶν ἀνθρώπων. Ὁρᾷς πῶς πάντα τῷ Θεῷ δυνατά; καὶ ἐξ ἀνθρώπων θηρία ποιῆσαι, καὶ διάνοιαν μεταβαλεῖν; Ἐννόει ὅσον ἦν ὁρᾷν τὸν ἐν τοσαύτῃ πρὸ τούτου λαμπρότητι μετὰ τῶν θηρίων διαιτώ μενον, γυμνόν. Οὐ γὰρ δὴ τὴν μορφὴν μετέβαλεν, ἐπεὶ οὐδὲν ἦν φρικτόν. Τὸ δὲ θηρίου καρδίαν λαβεῖν οὐ τοῦτό φησι, ὅτι ἐξεστήκει τῆς διανοίας, ἀλλ' ὅτι ἀνθρωπίνην ἔχων ψυχὴν ᾐσθάνετο τῶν πραγμάτων. Οὐκ ἂν, εἰ μετεβλήθη εἰς θηρίον, ἔγνω τὰ συμβαί νοντα. Τί οὖν ἐστι, Καρδία θηρίου ἐδόθη αὐτῷ; Ἐξηγριώθη τουτέστιν, οὐδὲ ἐβούλετο μετὰ ἀνθρώπων εἶναι, ἢ καὶ ἐδεδοίκει μετὰ ἀνθρώπων εἶναι, ἢ τοὺς ἀνθρώπους καθάπερ τὰ θηρία. Τί γένοιτ' ἂν ὑψηλό τερον ἐκείνου; τί ταπεινότερον αὐτοῦ; Καὶ ἐξ εδιώχθη ἀπὸ ἀνθρώπων. Οὐδαμοῦ ἡ δύναμις αὐτοῦ προέστη. Οὐκ ἦν σαρκοφάγον θηρίον, ἀλλὰ χόρτον ἤσθιεν, καὶ ἦν εἰκὼν τοῦ ἀλόγου. Ἵνα πιστεύσῃς, φησίν· ὡς ἐπὶ συνήθη τροφὴν ἕξεις τὸν χόρτον. Πῶς αὐτὸν οὐ κατέφαγε τὰ θηρία; πῶς ἴσχυσε τὸ σῶμα πέψαι; πῶς οὐ διεφθάρη; Οὐ γὰρ ὀλίγος ὁ χρόνος ἦν· περιῄει, πᾶσιν ὑπόδειγμα ταπεινοφροσύνης, ἐν ἑαυτῷ τὰ γνωρίσματα φέρων τῆς κολάσεως, καθάπερ στι γματίας. Καὶ μὴν βέλτιον ἦν, ἴσως εἴποι τις ἂν, μετὰ ἀνθρώπων αὐτὸν εἶναι, καὶ τοῦτο παθεῖν· ἀλλ' ὥστε ἐπιταθῆναι τὰ τῆς τιμωρίας αὐτῷ, τοῦτο γέγονεν. Ὁ γὰρ σωφρονισμὸς ὁμοίως ἔμενε πάντων ἀπαγγελ λόντων τὰ κατ' αὐτὸν, καὶ ἴσως αὐτῶν θεωμένων ἔξω· τοῦτο δὲ ἰδεῖν πολλῷ φοβερώτερον ἦν. Καὶ οὐδὲ ὁ χρόνος ὀλίγος ἦν, ἀλλὰ καὶ αὐτὸς σαββατικός. Ἑπτὰ γὰρ καιροὶ, φησὶ, ἀλλαγήσονται· τρία ἥμισυ ἔτη. Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ἐγὼ, φησὶ, Ναβου χοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπ' ἐμὲ ἐπεστρά φησαν, καὶ τὸν Ὕψιστον ηὐλόγησα, καὶ τὸν ζῶντα εἰς τοὺς αἰῶνας ᾔνεσα καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Καὶ πάντες οἱ κατ οικοῦντες τὴν γῆν, ὡς οὐδὲν ἐλογίσθησαν. Καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ 56.220 οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ αὐτῷ· Τί ἐποίησας; Τοὺς ὀφθαλμούς μου, φησὶ, εἰς τὸν οὐρανὸν ἀνέλαβον. Τουτέστι, προσῆλθε καὶ ηὔξατο τῷ Θεῷ, καὶ ἐκεῖθεν τὴν βοήθειαν ἐζήτησε. Καί τοι τοῦ χρόνου πληρωθέντος, οὐκ ἐθάῤῥει. Καθάπερ γὰρ κύριος ἦν μηδὲ ἀφεῖναι εἰς πεῖραν τὰ πρά γματα ἐλθεῖν, οὕτως εἰ καὶ τοῦ χρόνου τοῦ ὁρισθέντος πληρωθέντος ἔμελλεν ἀδιόρθωτος μένειν, οὐδὲν αὐτὸν ὠφελῆσαι ὁ ὁρισμὸς εἶχεν. Οὐ γὰρ κατὰ ἀνάγκην ἡ ἀπόφασις τοῦ Θεοῦ, ἀλλὰ πρὸς τὰ ἡμέτερα πράγματα τυποῦται. Οὕτω καὶ ὁ ∆ανιὴλ, εἰ καὶ ἐπληρώθη ὁ χρόνος, εἰκότως εὔχεται, μήποτε κακίας προσγινο μένης, προστεθῇ πάλιν. Ὥσπερ γὰρ ἐπὶ φιλανθρω πίας γίνεται τοῦτο, οἷον ἐπὶ τοῦ Ἐζεκίου· οὕτω καὶ ἐπὶ τιμωρίας εἰκὸς γίνεσθαι, καθάπερ καὶ ἐπὶ τῶν Ἰουδαίων, ἐβούλετο αὐτοὺς εὐθέως εἰς Παλαιστίνην ἀπελθεῖν· ἐκεῖνοι τεσσαράκοντα ἔτη προστεθῆναι αὐ τοῖς ἐποίησαν διὰ τῆς παρανομίας. Ὅρα δὲ αὐτὸν πρὸς τὸν Θεὸν φεύγοντα. Ἀνέβλεψα, φησὶ, εἰς τὸν οὐρανὸν, καὶ γέγονα πάλιν ἄνθρωπος. Καὶ ἡ μορφή μου ἐπ έστρεψεν ἐπ' ἐμέ. Ὥσπερ ἡ μορφὴ αὐτοῦ ἐξήλλακτο μὲν τῆς ἀνθρωπείας, οὐ μὴν εἰς θηρίον μετεβέβλητο· οὕτω καὶ ἡ διάνοια. Καὶ τί; Ἤνεσα καὶ ἐδόξασα. Τί τεκμήριον· Τὸν Ὕψιστον, φησὶ, ηὐλόγησα, καὶ τὸν ζῶντα εἰς τοὺς αἰῶνας ᾔνεσα, καὶ ἐδό ξασα. Οὐδὲν γὰρ οὕτω νομίζουσι Θεοῦ εἶναι ἄξιον, ὡς τὸ διὰ παντὸς εἶναι. Ὅτι ἡ ἐξουσία αὐτοῦ, φησὶ, ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ἐπειδὴ τούτῳ μάλιστα ἄνθρωπος αὐ τοῦ διέστηκεν, καὶ τοῦτο ἦν παρὰ ἀνθρώποις τὸ μα καριστόν. Ὅτι ἡ ἐξουσία αὐτοῦ, φησὶ, ἐξουσία αἰώνιος, παρὰ πάντα τὸν χρόνον ἐστί. Χωρὶς τροφῆς, φησὶ, ἔθρεψε· χωρὶς τῶν ἐνδυμάτων, χωρὶς τῶν ἄλλων ἁπάντων οὐ διεφθάρη μοι τὸ σῶμα. Ἐννόη σον οἷος ἦν ἐπανιὼν ἀπὸ τῆς ἐρήμου πρὸς τὴν βασι λείαν. Αὐτῷ γὰρ,