1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

19

νοητὴν θεωρίαν· ὥστε χάσμα τὸ διεῖργον τῶν ἀμίκτων τὴν κοινωνίαν, μὴ γῆς διάστασιν οἴεσθαι· τῷ γὰρ ἀσω μάτῳ καὶ νοερῷ, τίς πόνος διαπτῆναι τὸ χάσμα, καὶ εἰ μήκιστον ἦν; ∆ιότι τὸ νοερὸν τῇ φύσει, ἐν ᾧπερ ἂν ἐθέλῃ ἀχρόνως γίνεται. {Γ.} Τί οὖν ἂν εἴη, φημὶ, 46.81 τὸ πῦρ, ἢ τὸ χάσμα, ἢ τὰ λοιπὰ τῶν εἰρημένων, ἢ μὴ ἃ λέγεται; {Μ.} Ἐμοὶ δοκεῖ, φησὶ, δό γματά τινα περὶ τῶν κατὰ ψυχὴν ζητουμένων δι' ἑκάστου τούτων ὑποσημαίνειν τὸ Εὐαγγέλιον. Προει πὼν γὰρ πρὸς τὸν πλούσιον ὁ πατριάρχης, ὅτι Ἀπέσχες τῷ διὰ σαρκὸς βίῳ τῶν ἀγαθῶν τὴν μοῖ ραν, καὶ περὶ τοῦ πτωχοῦ τὸ ἶσον εἰπὼν, ὅτι Καὶ οὗτος ἀπέπλησε παρὰ τὸν βίον τῆς τῶν κακῶν μετου σίας λειτουργίας· εἶθ' οὕτως ἐπαγαγὼν περὶ τοῦ χάσματος, ὡς ἀπ' ἀλλήλων διατειχίζονται, μέγα τι διὰ τούτων ἔοικεν ὑποδεικνύειν τῷ λόγω. Τὸ δὲ δόγμα, κατά γε τὸν ἐμὸν λόγον, τοιοῦτόν ἐστι· Μονοειδὲς ἦν ἡ τῶν ἀνθρώπων ζωὴ, μονοειδὲς δὲ λέγω τὴν ἐν μόνῳ τῷ ἀγαθῷ ὁρωμένην, καὶ πρὸς τὸ κακὸν ἀνεπίμικτον. Τὸν δὲ τοιοῦτον λόγον ὁ πρῶτος τοῦ Θεοῦ νόμος μαρτυ ρεῖται, ὁ τοῦ παντὸς μὲν δοὺς τῶν ἐν τῷ παρα δείσῳ καλῶν ἄφθονον τῷ ἀνθρώπῳ τὴν μετουσίαν, ἀπείργων δὲ μόνου ἐκείνου ᾧ σύμμικτος ἦν ἐκ τῶν ἐναντίων ἡ φύσις, τοῦ κακοῦ πρὸς τὸ καλὸν συγκε κραμένου, θάνατον ἐπιθεὶς τῷ παρανομήσαντι τὴν ζημίαν. Ἀλλ' ἑκουσίως ὁ ἄνθρωπος ἐν τῷ αὐτεξου σίῳ κινήματι καταλιπὼν τὴν ἀμιγῆ τοῦ χείρονος μοῖραν, τὴν ἐκ τῶν ἐναντίων σύγκρατον ζωὴν ἐπ εσπάσατο. Οὐ μὴν ἀφῆκεν ἡ θεία προμήθεια τὴν ἀβουλίαν ἡμῶν ἀδιόρθωτον. Ἀλλ' ἐπειδὴ τοῖς παρα βεβηκόσι τὸν νόμον ὁ κριθεὶς ἐπ' αὐτῷ θάνατος ἀναγκαίως ἐπηκολούθησε, διχῆ μερίσας τὴν ἀνθρω πίνην ζωὴν, εἴς τε τὴν διὰ σαρκὸς ταύτην, καὶ εἰς τὴν ἔξω τοῦ σώματος μετὰ ταύτην, οὐ κατὰ τὸ ἶσον μέτρον τοῦ διαστήματος, ἀλλὰ τὴν μὲν βραχυτάτῳ τινὶ τῷ χρονικῷ περιγράψας ὅρῳ· τὴν δὲ παρατεί νας εἰς τὸ ἀΐδιον, ἐξουσίαν ἔδωκεν ὑπὸ φιλαν θρωπίας, ἐν ᾧ τις βούλεται, τούτων ἑκάτερον ἔχειν (τό τε ἀγαθὸν λέγω καὶ τὸ κακὸν), ἢ κατὰ τὸν βραχὺν τοῦτον καὶ ὠκύμορον βίον, ἢ κατὰ τοὺς ἀτελευτήτους ἐκείνους αἰῶνας, ὧν πέρας ἡ ἀπειρία ἐστίν. Ὁμω νύμως δὲ λεγομένου τοῦ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ, καὶ ἑκατέρου τούτων πρὸς διπλῆν ἔννοιαν μερι ζομένου (πρὸς νοῦν τε λέγω καὶ αἴσθησιν), καὶ τῶν μὲν τοῦτο ἐν ἀγαθοῦ μοίρᾳ κρινόντων ὅπερ ἂν ἡδὺ τῇ αἰσθήσει δόξῃ· τῶν δὲ μόνον τὸ κατὰ διάνοιαν θεωρούμενον πεπιστευκότων ἀγαθὸν εἶναι καὶ ὀνο μάζεσθαι. Οἷς μὲν ἀγύμναστός ἐστιν ὁ λογισμὸς, καὶ 46.84 τοῦ βελτίονος ἀνεπίσκεπτος, οὗτοι ὑπὸ λαιμαργίαν ἐν τῷ σαρκίνῳ βίῳ τὴν χρεωστουμένην τῇ φύσει τοῦ ἀγαθοῦ μοῖραν προαναλίσκουσιν, οὐδὲν τῷ μετὰ ταῦτα βίῳ ταμιευόμενοι· οἱ δὲ λογισμῷ διακριτικῷ τε καὶ σώφρονι τὴν ἑαυτῶν οἰκονομοῦντες ζωὴν, ἐν τῷ βραχεῖ τούτῳ βίῳ, διὰ τῶν τὴν αἴσθησιν λυπούν των ἀνιαθέντες, τῷ ἐφεξῆς αἰῶνι τὸ ἀγαθὸν ταμιεύον, ὥστε αὐτοῖς τῇ ἀϊδίῳ ζωῇ τὴν κρείττω λῆξιν συμπαρατείνεσθαι. Τοῦτο οὖν ἐστιν, ὥς γε ὁ ἐμὸς λόγος, τὸ χάσμα, ὃ οὐχὶ γῆς διασχούσης γίνεται, ἀλλ' ἡ παρὰ τὸν βίον κρίσις πρὸς τὰς ἐναντίας προαιρέσεις διασχι σθεῖσα ποιεῖ. Ὁ γὰρ ἅπαξ τὸ ἡδὺ κατὰ τὸν βίον τοῦτον ἑλκόμενος, καὶ μὴ θεραπεύσας ἐκ με ταμελείας τὴν ἀβουλίαν, ἄβατον ἑαυτῷ μετὰ ταῦτα τὴν τῶν ἀγαθῶν χώραν ἐργάζεται, τὴν ἀδιάβα τον ταύτην ἀνάγκην, καθάπερ τι βάραθρον ἀχανές τε καὶ ἀπαρόδευτον καθ' ἑαυτοῦ διορύξας. ∆ιό μοι δοκεῖ καὶ τὴν ἀγαθὴν τῆς ψυχῆς κατάστασιν, ἐν ᾗ τὸν τῆς ὑπομονῆς ἀθλητὴν ἀναπαύει ὁ λόγος, κόλπον τοῦ Ἀβραὰμ ὀνομάσαι. Πρῶτος γὰρ οὗτος ὁ πα τριάρχης τῶν πώποτε γεγονότων ἱστόρηται τὴν ἐλπίδα τῶν μελλόντων τῆς ἀπολαύσεως τῶν παρόν των ἀνταλλαξάμενος, ὅς γε πάντων γυμνωθεὶς, ἐν οἷς ἦν αὐτῷ καταρχὰς ἡ ζωὴ, ἐν ἀλλοτρίοις εἶχε τὴν δίαιταν, διὰ τῆς παρούσης κακοπαθείας, τὴν ἐλπι ζομένην εὐκληρίαν ἐμπορευόμενος. Ὥσπερ οὖν τὴν ποιὰν τοῦ πελάγους περιγραφὴν ἐκ καταχρήσεώς τινος ὀνομάζομεν κόλπον, οὕτω δοκεῖ τῶν ἀμε τρήτων ἐκείνων ἀγαθῶν τὴν ἔνδειξιν ὁ λόγος τῷ τοῦ κόλπου διασημαίνειν ὀνόματι, ᾧ πάντες οἱ δι'