1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

19

φησὶ, τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον· καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ· καὶ οἱ τύραννοί μου, καὶ οἱ μεγιστᾶνές μου ἐζήτησάν με· καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκρα ταιώθην, καὶ μεγαλωσύνη περισσοτέρα προσετέ θη μοι. Καὶ ἐζήτησάν με, φησὶ, οἱ μεγιστᾶνές μου, οἱ κρατοῦντα καὶ βασιλεύοντα διώξαντες. Ἀλλὰ διὰ τὸ πρόσταγμα τοῦ Θεοῦ. ∆ιὰ γὰρ τοῦτο χρόνος ὁρίζεται, ἵνα μὴ αὐτομάτως νομίσῃς τι 56.221 γενέσθαι. Καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν· καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν. Εἰ γὰρ ὁ πάντων κρατῶν ἐγὼ ὡς οὐδὲν ἐλογίσθην, πολλῷ μᾶλλον οἱ πάντες. Ὁ γὰρ τὸν οὕτως ἰσχυρὸν ἀποστήσας τῆς βασιλείας, πολλῷ μᾶλλον τοὺς ἀρχομένους. Καὶ κατὰ τὸ θέλημα αὐ τοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς. Τὸ, Ὡς οὐδὲν ἐλογίσθησαν, οὐχ ὅτι καταφρονεῖ αὐτῶν, μὴ γένοιτο, ἀλλ' ὅτι ἰσχυρός ἐστι, καὶ ὡς βούλεται, αὐτοὺς ἄγει. Τοῦτο γοῦν καὶ τὸ ἐφ' ἑξῆς δηλοῖ· Καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς. Ἔστω μὲν γὰρ, περὶ τῆς γῆς οἶδας· περὶ τοῦ οὐρανοῦ, πόθεν ἐπίστασαι; Ἀπὸ τοῦ ὀνείρατος. Ἐπέταξε. Πῶς ὑπήκουσαν; Ἀπὸ τοῦ πυρὸς τῆς καμίνου. Καὶ οὐκ ἔστιν ὃς ἀντι στήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ αὐτῷ· Τί ἐποίη σας; Οὐ μόνον, φησὶ, οὐκ ἐναντιώσεται, ἀλλ' οὐδὲ μέχρι ῥημάτων ἐρεῖ. Πάντων αὐτὸς κρατεῖ, πάντα αὐτός ἐστιν. Αὐτῷ, φησὶ, τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπ' ἐμέ. Αὐτῷ· ποίῳ; Τῷ λεχθέντι παρὰ τοῦ Θεοῦ. Πόθεν αὐτὸν καὶ εἰς τὴν βασιλείαν ἐπανήγαγον; οἱ γὰρ οὕτως ἰσχυρὸν καταβαλόντες, πῶς ἀσθενῆ γενόμενον ἐπανήγαγον; Καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπ' ἐμέ· καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με· καὶ ἐπὶ τὴν βασι λείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισ σοτέρα προσετέθη μοι. Ὁρᾷς πῶς καὶ στῆσαι καὶ καθελεῖν δύναται βασιλείαν; Ἔδει μὲν γὰρ διὰ τῶν προτέρων ταῦτα πεισθῆναι· ἐπειδὴ δὲ ἀγνοεῖς, καθ εῖλεν αὐτὴν, καὶ πάλιν ἔστησεν. Νῦν οὖν ἐγὼ Να βουχοδονόσορ αἰνῶ καὶ ὑψῶ καὶ δοξάζω τὸν Βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ, καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπει νῶσαι. Οὐκ ἔστιν εἰπεῖν, ὅτι δύναμιν μὲν ἔχει, ἄδικον δέ· ἀλλὰ καὶ ἡ δικαιοσύνη μεγάλη. Καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται τα πεινῶσαι. Οὐκ εἶπε, ταπεινοῖ, ἵνα σοι καὶ τὴν μακροθυμίαν ἐνδείξηται, καὶ ἵνα μάθῃς, ὅτι οὐ παρὰ ἀσθένειαν, ἀλλὰ δι' ἑνὸς τοὺς ἄλλους σω φρονίζει. Εἶδες δύναμιν; εἶδες δικαιοσύνην; εἶδες φιλανθρωπίαν; εἶδες ἀπὸ στόματος βαρβαρικοῦ ταῦτα λεγόμενα; Τίς ἂν οὕτως ἐφιλοσόφησεν; Οἱ προφήταις ἐντρεφόμενοι οὐδὲν τούτων οὕτως ἐφθέγγοντο, ἀλλὰ τἀναντία. Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, φησὶ, οὐδὲ οὐ μὴ κακοποιήσῃ. Καὶ πάλιν, Οὐκ ἐν τῇ ἰσχύϊ 56.222 ἡμῶν ἔσχομεν κέρατα· Καὶ, Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδό κησε. Καὶ, Τί ὄφελος ὅτι ἐδουλεύσαμεν αὐτῷ, Εἶδες ἐν Παλαιστίνῃ δόγματα σατανικά; εἶδες ἐπὶ τῆς βαρβάρου φιλοσοφίαν προφητικήν; Ταῦτα τύποι τῶν ἐθνῶν τῆς μελλούσης ἔσεσθαι χάριτος, ὅτι προ πηδῆσαι εἶχον οὗτοι ἐκείνων. Εἶτα ὁ Βαλτάσαρ ἐν μέθῃ συμποσίου γενομένου κελεύει τὰ σκεύη ἐξ ενεχθῆναι, ὥσπερ φιλοτιμούμενος ἐπὶ τῇ νίκῃ τοῦ πατρὸς, μᾶλλον δὲ ἐμπαροινῶν· ἢ ἐπειδὴ θεαταὶ τῶν γενομένων ἦσαν ἐκεῖνοι, ὥστε καθελεῖν αὐτῶν τὸ θαῦμα, ὃ περὶ τὸν Θεὸν εἶχον. Καὶ τοῦτο ἐξ ὑπερηφα νίας εἶχον, ἤγουν ἐγίνετο καὶ μέθης. Φυλαττώμεθα μέθην, ἀγαπητοί. Πολλὰ γὰρ ἄτοπα γίνεται ὑπὸ ταύ της. Ἀλλὰ καὶ μεγάλων περιγίνεται ἀνδρῶν ἡ μέθη ἐν γὰρ τῷ γεύσασθαι τοῦ οἴνου ἐκέλευσε τοῦτο. Ἅπερ ὁ πατὴρ ἐκβαλὼν ἐφείσατο, καὶ αὐτὸς τὴν πόλιν ἑλὼν οὐκ ἐτόλμησεν εἰς ἀνθρωπίνην ἐνεγκεῖν διακονίαν ταῦτα, οὗτος οὐχὶ αὐτὸς μόνος, ἀλλὰ καὶ μεγιστᾶσι καὶ παλλακίσι καὶ παρακοίτοις εἰς χρῆσιν ἐξέδωκεν.