19
, θαυμασιώτατα ἀπὸ τῆς ἐκείνων ἀποκρίσεως τοῦ λεγουμένου δεικνὺς τὸ εὔηθες· οὐ γὰρ ἐπιτιμῶν, ὥς τινες ᾠήθησαν, τοῦτο ἐπήγαγεν, ἐπείπερ σφόδρα ἀλλότριον τοῦ μακαρίου Παύλου τὸ πρότασιν τῶν ἐναντίων τιθέντα ἐπιτίμησιν ἐπάγειν πρὸ τῆς τοῦ ζητουμένου λύσεως. ἐχρῆν δὲ τοὺς τοῦτο οἰηθέντας καὶ πρὸς ἐκεῖνο ἰδεῖν, ὅτι ἐπὶ λύσεως τὸ μενοῦνγε ἔθος κεχρῆσθαι τῷ ἀποστόλῳ ἀντὶ τοῦ καὶ μὴν τὸ μενοῦνγε λέγοντι. καὶ τοῦτο μετ' οὐ πολύ τις εὑρήσει· προτείνας γὰρ ἑαυτῷ· ἀλλά γε λέγω, μὴ οὐκ ἤκουσαν; ἐπάγει· με νοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, σαφῶς ἐπὶ λύσει τοῦ προτεθέντος τὴν ἐπαγωγὴν ποιησάμενος. οὕτω κἀνταῦθα λύων τὸ μὴ ἐν αὐτοῖς εἶναι ποιεῖν ἅπερ ἂν βούλωνται, ἐπήγαγεν· μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταπο κρινάμενος τῷ θεῷ; λέγεις, φησίν, ὡς οὐκ ἄξιος εἶ μέμψεως· οὐδὲ γὰρ ἐν σοὶ τὸ ποιεῖν ἃ βούλει. καὶ μὴν οὐχ ἑτέρωθεν τοῦ λεγομένου συνορῶ τὴν εὐήθειαν, ἀλλ' ἀπὸ τῆς σῆς ἀποκρίσεως· εἰπὲ γάρ μοι, ὦ ἄνθρωπε, ὅστις ποτ' ἂν εἴης ὁ τούτοις πρὸς θεὸν κεχρημένος τοῖς ῥήμασιν· τίνα εἶναι βούλει σαυτὸν καλοῦ τε καὶ κακοῦ διάγνωσιν, ὡς φῄς, οὐδεμίαν ἔχειν δυνάμενον, οὐδὲ ἐκλέγειν τὸ καλὸν ἀπὸ τοῦ χείρονος εἰδότα, ἀνάγκῃ δὲ ποιοῦντα τὸ δοκοῦν τῷ θεῷ καὶ πρὸς τοῦτο ῥέποντα καὶ τούτῳ ἡδόμενον, εἴτε καλὸν εἶναι εἴτε κακὸν αὐτὸ συμβαίνοι; καὶ πῶς οὐ τοῦτο ἐπὶ τῶν σαυτοῦ δεικνύεις ῥημάτων; τοὐναντίον μὲν οὖν ἔοικας ἀφ' ὧν ἀντιφθέγγῃ τῷ θεῷ ἀκριβῶς εἰδέναι τοῦ καλοῦ καὶ τοῦ χείρονος τὴν διάκρισιν, ὅπουγε καὶ λόγους περὶ ἑκατέρου τούτων ποιῇ, καὶ τὴν αἰτίαν τῶν γιγνομένων ἐπὶ θεὸν ἀνα φέρειν ἐσπούδακας, σαυτὸν ἀπολύων τῆς ἐπὶ τοῖς πεπραγμένοις αἰτιάσεως. ἢ οὐχὶ ταῦτα καὶ εἰδότος ἐστὶ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος τὴν φύσιν, καὶ ἐκλέγειν ἑκάτερον αὐτῶν ἀπὸ τοῦ ἑτέρου δυνα μένου σαφῶς; καιριώτατα μέντοι καὶ τὰς ῥήσεις ἀντέκρουσεν εἰς μείζονα ἔμφασιν τοῦ λεγομένου τῆς ἀτοπίας· εἰρηκὼς γὰρ ἐκ τοῦ τῶν ἐναντίων προσώπου· τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; 146 ἐπήγαγεν· σὺ τίς εἶ ὁ ἀνταποκρινάμενος τῷ θεῷ; σαφῶς ἐναντίον ὂν τῷ εἰρημένῳ· εἰ γὰρ ἀνταποκρίνεται, δῆλον ὅτι ἀνθέστηκεν, ὥστε τὸ μὴ ἀνθεστάναι ψεῦδος. ἔστι τοίνυν τοιουτότροπός τις ὡς ἐν συντόμῳ τοῦ ζητουμένου ἡ λύσις· οὐδὲν πράττεις οἰκείᾳ τῇ γνώμῃ, ἅπαντα δὲ κατὰ τὸ δοκοῦν τῷ θεῷ, ἐπειδὴ ἀνθεστάναι τοῖς αὐτῷ δοκοῦσιν οὐδενὶ φῂς εἶναι δυνατόν. πῶς οὖν ἀνταποκρίνῃ; δῆλον ὅτι καὶ ἀνθέστηκας. οὐκ ἄρα τοῖς αὐτῷ δοκοῦσιν ἐπιμένων ἅπαντα πράττεις, ἀλλ' οἰκείᾳ τῇ γνώμῃ, ὡς ἂν αὐτό σοι φαίνηται καλῶς ἔχειν αἱρούμενος. εἶτα καὶ ἀπὸ τοῦ καθόλου· μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποιήσας οὕτως; οὐδὲ γὰρ οἷόν τε τὸ γεγονὸς ὑπὸ τοῦ <δημιουργοῦ> τὸν δημιουργὸν αἰτιᾶσθαι ἐπὶ τῇ κατασκευῇ τῆς οἰκείας φύσεως· χαίρει γὰρ τῷ κατὰ φύσιν ἕκαστον, ὅπως ἂν ἔχῃ. πῶς οὖν αἰτιάσεται ἐπὶ τούτῳ ὃ δὴ μάλιστα πάντων αὐτῷ καθ' ἡδονὴν εἶναι συμβέβηκεν; καὶ παραδείγματι τὸ εἰρημένον πιστούμενος· ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν; ἀπίδωμεν γάρ, εἰ δοκεῖ, πρὸς τὴν τῶν κεραμέων ἐργασίαν, ὅπως ἐκ τοῦ αὐτοῦ πηλοῦ μετὰ πολλῆς τῆς ἐξουσίας ἕκαστον τῶν σκευῶν πρὸς ὅτι ἂν βούλωνται ποιοῦσιν, καὶ οὐδὲν αὐτοῖς ἵσταται ἐμποδών, τὰ μὲν ἐπί τι χρήσιμον βουλομένοις ποιεῖν, τὰ δὲ ἐπὶ τὴν τῶν ἀτίμων χρῆσιν. τίς ἀκήκοέν ποτε τῶν ἐπὶ τὰ ἀτιμότερα γεγονότων σκευῶν αἰτιασαμένων τῆς ἐργασίας τὸν κεραμέα, καὶ ὅτι μὴ μᾶλλον ἐπὶ τὸ κρεῖττον αὐτὰ κατεσκεύασεν; οὐ γὰρ ἔχει φύσιν τὸ πρᾶγμα. εἰ δὴ κατὰ τὸν αὐτὸν ἦσθα τρόπον, καὶ αὐτὸς ὑπὸ τοῦ θεοῦ γεγονώς, ὥστε ἀλογίᾳ τε καὶ ἀγνωσίᾳ τοῦ προσήκοντος φυσικῇ τινι τῇ κατασκευῇ πρὸς τὸ χεῖρον ἐκδεδόσθαι κατὰ τὴν τῶν σκευῶν καὶ τοῦ κεραμέως ὁμοιότητα, οὔτ' ἂν διάκρισις ἐνοῦσά τις ὀφθῇ σοι τοῦ τε καλοῦ καὶ τοῦ χείρονος, οὔτ' ἂν ἐσπούδασας ἐνεγκεῖν ἐπὶ τὸν θεὸν τοῦ γιγνομένου τὴν αἰτίαν σαυτὸν ἀπολύων τῆς μέμψεως, χαίρων δὲ διατέλεις τῷ κατὰ φύσιν πάντως. νυνὶ δὲ