20
κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς τὸ ὕδωρ εἰς οἴνου φύσιν μετέβαλεν. ἐντεῦθεν δὲ ἦν καὶ Ναθαναήλ καὶ ἔστιν ἐν τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν. Κάδες ̣Jos 19, 37 ̣. κλήρου Νεφθαλεὶμ πόλις ἱερατική, τὸ πρὶν οὖσα φυγαδευτήριον «ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει Νεφθαλείμ». καὶ ταύτην εἷλεν ὁ «βασιλεὺς Ἀσσυρίων». αὕτη ἐστὶν Κυδισσός, ἀπέχουσα Τύρου σημείοις κʹ, παρακειμένη Πανεάδι. Καρθάμ ̣Jos 21, 32̣. πόλις φυλῆς Νεφθαλείμ, Λευίταις ἀφωρισμένη. Ἀπὸ τῶν Κριτῶν. Κέτρων ̣Richt 1, 30 ̣. «οὐκ ἐξῆρεν» ἀπὸ ταύτης τοὺς ἀλλοφύλους Ζαβουλών. Καρκᾶ ̣Richt 8, 10̣. ἔνθα «Ζεβεὲ καὶ Σαλμανᾶ», οὓς ἀνεῖλε Γεδεών. καὶ ἔστι νῦν Καρκαρία φρούριον ἀπέχον Πέτρας πόλεως μόνην ἡμέραν. Καμών ̣Richt 10, 5̣. πόλις Ἰαείρ, ἔνθα ἐτάφη κρίνας τὸν Ἰσραήλ. καὶ ἔστι νῦν Καμμωνὰ κώμη ἐν τῷ μεγάλῳ πεδίῳ, ἀπέχουσα Λεγεῶνος σημείοις ʹ ἐν βορείοις ἀπιόντων εἰς Πτολεμαΐδα. Κισών ̣Richt 4, 7 ̣. χειμάρρους πλησίον τοῦ ὄρους Θαβώρ, ἔνθα ἐπολεμήθη Σισαρά. Καδημίμ ̣Richt 5, 21̣. χειμάρρους, ἔνθα ἐπολέμησεν ∆εβόρρα. Κοιλάς ̣Richt 1, 19 ̣. Τιτάνων, οἷς ἐπολέμησε ∆αυίδ. 118 Κλαυθμών ̣Richt 2, 1 ̣. χώρα ὀλοφυρμῶν, τόπος οὕτω καλούμενος. Βασιλειῶν. Κηνί ̣I Sam 27, 10 ̣. χώρα ἀλλοφύλων. Κάρμηλος ̣I Sam 25, 2 ̣. ἔνθα ἦν Νάβαλ. κώμη ἐστὶν εἰς ἔτι νῦν Χερμαλὰ ὀνομαζομένη, ἥτις ἑρμηνεύεται Κάρμηλος, ἀπὸ δεκάτου σημείου Χεβρὼν πρὸς ἀνατολάς, ἔνθα φρούριον ἐγκάθηται. Κάρμηλος ̣I Kön 18, 42̣. ὄρος ἐπὶ τὸ Φοινίκιον πέλαγος καὶ διαιροῦν Παλαιστίνην Φοινίκης. ἔνθα ἐκαθέζετο Ἡλίας. Καβσεήλ ̣II Sam 23, 20̣. ὅθεν ἦν Βαναΐας υἱὸς Ἰωδάε. Κεδρών ̣II Sam 15, 23̣. χειμάρρους ἢ φάραγξ Κεδρών. παράκειται τῇ Ἱερουσαλήμ. Κυρίνη ̣II Kön 16, 9 ̣. ἔνθα ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν ∆αμασκόν. Κωά ̣I Kön 10, 28 ̣. πλησίον Αἰγύπτου. Καρχηδών ̣Jes 23, 1 ̣. Ἡσαΐας ἐν ὁράσει Τύρου, καὶ Ἱεζεκιήλ, παρ' ᾧ Θαρσεῖς ἐν τῷ Ἑβραϊκῷ κεῖται. Κοιλὰς Ἰωσαφάτ. ̣Joel 3, 2 ̣. μεταξὺ κεῖται Ἱερουσαλὴμ καὶ τοῦ ὄρους τῶν ἐλαιῶν. Κεδέμ ̣Ez 25, 4 ̣. ἐν Ἱεζεκιήλ. Ἀʹ Σʹ ἀνατολῶν. Κηδάρ ̣Ez 27, 21 ̣. ἐν Ἱεζεκιὴλ «ἄρχοντες Κηδάρ», καὶ ἐν Ἱερεμίᾳ καὶ ἐν Ἡσαΐᾳ ἐν ὁράσει τῆς Ἀραβίας. ἔστι δὲ χώρα Σαρακηνῶν. ἦν δὲ Κηδὰρ υἱὸς Ἰσμαὴλ υἱοῦ Ἁβραάμ. 120 Καριώθ ̣Jer 48, 24. 41 ̣. ἐν χώρᾳ Μωάβ, ὡς Ἱερεμίας. Καφαρναούμ ̣Matth 4, 13 ̣. παρὰ τὴν Γεννησαρῖτιν λίμνην. εἰς ἔτι νῦν ἐστι κώμη ἐν τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν «ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ». Στοιχεῖον Λ. Ἀπὸ τῆς Γενέσεως. Λασάν ̣Gen 10, 19̣. ὅριον τῶν Χαναναίων περὶ τὴν Σοδομῖτιν. Λουζά ̣Gen 28, 19 ̣. ταύτην ἐπωνόμασεν Ἰακὼβ Βαιθήλ. οἰκεῖται δὲ εἰς ἔτι νῦν, κώμη οὖσα ἐπ' ἀριστερὰ τῆς ὁδοῦ τῆς ἀγούσης ἐπ' Αἰλίαν ἀπὸ Νέας πόλεως. ἣ γέγονε φυλῆς Βενιαμίν. Λουζὰ ἑτέρα ̣Richt 1, 26 ̣. ἣ γέγονε τῶν υἱῶν Ἰωσήφ, παρακειμένη Συχὲμ ἀπὸ θʹ σημείου Νέας πόλεως. Λωτάν ̣Gen 36, 20 ̣. πόλις ἡγεμόνων Ἐδώμ. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Λεβωνά ̣Num 33, 20 ̣. ἐν τῇ ἐρήμῳ σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Λοβόν ̣Deut 1, 1 ̣. τόπος τῆς ἐρήμου «πέραν τοῦ Ἰορδάνου», ἔνθα Μωϋσῆς ἀναγινώσκει τὸ ∆ευτερονόμιον. Ἀπὸ τοῦ Ἰησοῦ. Λάχεις ̣Jos 10, 3 ̣. καὶ ταύτην εἷλεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς ἀνελών. μέμνηται αὐτῆς καὶ Ἡσαΐας. καὶ ἔστιν εἰς ἔτι νῦν κώμη Ἐλευθεροπόλεως ἀπέχουσα σημείοις ζʹ πρὸς νότον ἀπιόντων εἰς τὸν ∆αρωμᾶν. κεῖται καὶ ἐν Ἱερεμίᾳ. φυλῆς Ἰούδα. Λεβνά ̣Jos 10, 29 ̣. καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἣ γέγονε φυλῆς Ἰούδα, πόλις ἱερατική. καὶ νῦν ἐστι κώμη ἐν τῇ Ἐλευθεροπολιτάνῃ λεγομένη Λοβανά. κεῖται καὶ ἐν Ἡσαΐᾳ. 122 Λασερών ̣Jos 12, 18 ̣. καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα 122 αὐτῆς ἀνελών. Λίθος Βοέν ̣Jos 15, 6̣. ἐν υἱοῖς Ῥουβὶν ὅριον φυλῆς Ἰούδα. Λαβώθ ̣Jos 15, 32 ̣. φυλῆς Ἰούδα. Λαμάς ̣Jos 15, 40 ̣. φυλῆς Ἰούδα. Λαβώθ ̣Jos 19, 6̣. κλήρου Συμεών. Λαβανάθ ̣Jos 19, 26̣. κλήρου Ἀσήρ. Λακούμ ̣Jos 19, 33̣. ὅριον Νεφθαλείμ. Ἀπὸ τῶν Κριτῶν. Λαβωεμάθ ̣Richt 3, 3 ̣. Ἀʹ εἰσόδου Ἐμάθ. Λεσέμ ̣Jos 19, 47 ̣. ταύτην «οἱ υἱοὶ ∆ὰν» πολιορκήσαντες ἐκάλεσαν ∆άν. Λουζά ̣Richt 1, 26̣. ἑτέρα αὕτη παρὰ τὴν Βαιθήλ, κειμένη ἐν γῇ Χεττιείμ. ἣν ἔκτισεν ὁ διασωθεὶς ἀπὸ Βαιθήλ,