20
ΠΑʹ. Γέγονε δὲ πάντα ὡς τὸ ἀπαρχῆς, ὅτε οὔ πω κόσμος ἦν, οὐδὲ ἡ νῦν εὐταξία καὶ μόρφωσις· ἀλλὰ συγκεχυμένον τὸ πᾶν καὶ ἀνώμαλον ἐδεῖτο τῆς εἰδοποιοῦ χειρὸς καὶ δυνάμεως. Εἰ βούλει δὲ, ὡς ἐν νυκτομαχίᾳ καὶ σελήνης ἀμυδροῖς φέγγεσιν, ἐχθρῶν ἢ φίλων ὄψεις οὐ διαγινώσκοντες· ἢ ὡς ἐν ναυμαχίᾳ καὶ ζάλῃ, καὶ πνευμάτων ἐμβολαῖς, καὶ ῥοθίῳ ζέοντι, καὶ κυμάτων ἐπιδρομαῖς, καὶ νηῶν ἀραγμοῖς, καὶ κοντῶν ὠθισμοῖς, καὶ κελευστῶν φω ναῖς, καὶ πιπτόντων οἰμωγαῖς ὑπερηχούμενοί τε καὶ ἀπορούμενοι, καὶ τῆς ἀνδρείας καιρὸν οὐκ ἔχον τες, φεῦ τοῦ πάθους! ἀλλήλοις περιπίπτομεν, καὶ ὑπ' ἀλλήλων ἀναλισκόμεθα.
ΠΒʹ. Καὶ οὐχ ὁ λαὸς μὲν οὕτως, ὁ δὲ ἱερεὺς ἑτέρως· ἀλλά μοι νῦν ἐκεῖνο πληροῦσθαι δοκεῖ καθαρῶς, τὸ, Γέγονεν ὁ ἱερεὺς καθὼς ὁ λαὸς, ἐν κατάρᾳ πάλαι λεγόμενον. Καὶ οὐχ οἱ πολλοὶ μὲν οὕτως, οἱ δὲ ἁδροὶ τοῦ λαοῦ καὶ προέχοντες ἐναντίως· ἀλλ' οὗτοί γε καὶ φανερῶς πολεμοῦσι τοῖς ἱερεῦσιν, ἐφόδιον ἔχοντες εἰς πειθὼ τὴν εὐσέβειαν· καὶ ὅσοι μὲν περὶ πίστεως τοῦτο πασχόντων, καὶ τῶν ἀνωτά τω ζητημάτων καὶ πρώτων οὐδ' ἐγὼ μέμ φομαι, ἀλλ' εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ προσεπαινῶ, καὶ συνήδομαι. Καὶ τούτων εἷς εἴην τῶν ὑπὲρ ἀλη θείας ἀγωνιζομένων καὶ τῶν ἀπεχθανομένων· μᾶλλον δὲ καὶ εἶναι καυχήσομαι. Κρείττων γὰρ ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ· καὶ διὰ τοῦτο τὸν πραῢν μαχητὴν ὁπλίζει τὸ Πνεῦμα, ὡς κα λῶς πολεμεῖν δυνάμενον. 35.489
ΠΓʹ. Νῦν δέ εἰσί τινες οἱ καὶ περὶ μικρῶν πολε μοῦντες, καὶ εἰς οὐδὲν ὅφελος, καὶ κοινωνοὺς, ὅσους ἂν δύνωνται, τοῦ κακοῦ προσλαμβάνοντες, λίαν ἀμα θῶς καὶ θρασέως. Εἶτα ἐπὶ πᾶσιν ἡ πίστις, καὶ τοῦτο τὸ σεμνὸν ὄνομα ταῖς ἰδίαις αὐτῶν φι λονεικίαις παρασυρόμενον. Ἐκ δὲ τούτων, ὡς τὸ εἰ κὸς, μισούμεθα μὲν ἐν τοῖς ἔθνεσι, καὶ ὃ τούτου χαλεπώτερον, οὐδὲ εἰπεῖν ἔχομεν, ὡς οὐ δικαίως· δια βεβλήμεθα δὲ καὶ τῶν ἡμετέρων τοῖς ἐπιεικεστέροις· οὐδὲν γὰρ θαυμαστὸν εἰ τοῖς πλείοσιν, οἳ μόλις ἄν τι καὶ τῶν καλῶν ἀποδέχοιντο. Π∆ʹ. Τεκταίνουσι δὲ ἐπὶ τῶν νώτων ἡμῶν οἱ ἁμαρτωλοί· καὶ ἃ κατ' ἀλλήλων ἐπινοοῦμεν, κατὰ πάντων ἔχουσι· καὶ γενόναμεν θέατρον καινὸν, οὐκ ἀγγέλοις καὶ ἀνθρώποις, οἷον ὁ γενναιότατος τῶν ἀθλητῶν Παῦλος, πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξου σίας ἀγωνιζόμενος, ἀλλὰ πᾶσι μικροῦ τοῖς πονηροῖς, καὶ ἐπὶ παντὸς καιροῦ καὶ τόπου, ἐν ἀγοραῖς, ἐν πό τοις, ἐν εὐφροσύναις, ἐν πένθεσιν. Ἤδη δὲ προήλθομεν καὶ μέχρι τῆς σκηνῆς, ὃ μικροῦ καὶ δακρύω λέγων, καὶ μετὰ τῶν ἀσελγεστάτων γελώμεθα· καὶ οὐδὲν οὕτω τερπνὸν τῶν ἀκουσμάτων καὶ θεαμάτων, ὡς Χριστιανὸς κωμῳδούμενος.
ΠΕʹ. Ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος· ταῦτα οἱ λίαν ὑπὲρ τοῦ ἀγαθοῦ καὶ πράου μα χόμενοι· ταῦτα οἱ πλέον ἀγαπῶντες τὸν Θεὸν ἢ ὅσον συμφέρει· καὶ παλαίειν μὲν οὐκ ἔξεστιν ἔξω τῶν νενομισμένων, οὐδ' ἄλλο τι ἀγωνίζεσθαι· ἢ καταβοή σεται καὶ ἀτιμασθήσεται, καὶ ἀπολεῖ τὴν νίκην ὁ ἐκπαλαίων, ἢ ἄλλο τι μὴ καλῶς ἀγωνιζόμενος, μηδὲ κατὰ τοὺς κειμένους ὅρους τῆς ἀγωνίας, κἂν ὅτι γενναῖος ᾖ καὶ τεχνικώτατος· ὑπὲρ Χριστοῦ δὲ ἀγωνιεῖταί τις οὐ κατὰ Χριστὸν, ἔπειτα χα ριεῖται τῇ εἰρήνῃ, πολεμῶν ὑπὲρ αὐτῆς ὡς οὐκ ἕξεστι;
Πςʹ. Καὶ οἱ μὲν δαίμονες φρίττουσιν εἰς ἔτι καὶ νῦν Χριστοῦ καλουμένου, καὶ οὐδὲ ὑπὸ τῆς κακίας ἡμῶν ἐξίτηλος γέγονεν ἡ τοῦ ὀνόματος τούτου δύνα 35.492 μις· ἡμεῖς δὲ οὐκ αἰσχυνόμεθα τὸ σεμνὸν οὕτω καὶ πρᾶγμα καὶ ὄνομα καθυβρίζοντες· καὶ μονονοὺ φανερῶς αὐτοῦ βοῶντος ἀκούοντες καὶ καθ' ἑκάστην ἡμέραν· Τὸ γὰρ ὄνομά μου βλασφημεῖται δι' ὑμᾶς ἐν τοῖς ἔθνεσι.
ΠΖʹ. Καὶ τὸν μὲν ἔξωθεν οὐ δέδοικα πόλεμον, οὐδὲ τὸν νῦν ἐπαναστάντα θῆρα ταῖς ἐκκλησίαις, καὶ τοῦ πονηροῦ τὸ πλήρωμα, κἂν πῦρ ἀπειλῇ, κἂν ξί φη, κἂν θῆρας, κἂν κρημνοὺς, κἂν βάραθρα, κἂν πάντων γένηται τῶν πώποτε μανέντων ἀπανθρωπό τατος, κἂν ταῖς οὔσαις τιμωρίαις προσεξεύρῃ χαλε πωτέρας. Ἓν ἔχω