1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

20

ἀρετῆς τὸν παρόντα διαπλέοντες βίον, ὅταν ἐντεῦθεν ἀπαί ρωσιν, ὥσπερ ἐν ἀκατακλύστῳ λιμένι τῷ ἀγαθῷ κόλπῳ τὰς ψυχὰς ἐνορμίζονται, τοῖς δὲ λοιποῖς ἡ τῶν φαινομένων αὐτοῖς ἀγαθῶν στέρησις φλὸξ γίνεται τὴν ψυχὴν διασμύχουσα, ῥανίδος τι νὸς ἐκ τοῦ πελάγους τῶν τοὺς ὁσίους περικλυζόντων ἀγαθῶν εἰς παραμυθίαν προσδεομένη, καὶ οὐ τυγχά νουσα. Γλῶσσαν δὲ καὶ ὀφθαλμὸν, καὶ δάκτυλον, καὶ τὰ λοιπὰ τῶν σωματικῶν ὀνομάτων ἐν τῷ διαλόγῳ τῶν ἀσωμάτων βλέπων, τὸν καταστοχασμὸν, ἡμῖν ἤδη νοηθέντι περὶ ψυχῆς λόγῳ συμφώνως ἔχειν ὁμολογήσεις, ἐπισκεψάμενος τῶν ῥητῶν τὴν διάνοιαν. Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ἡ τῶν στοιχείων συνδρομὴ ποιεῖ τὴν οὐσίαν, οὕτως εἰκὸς καὶ τῶν ἐν τῷ σώματι μερῶν ἐκ τῆς αὐτῆς 46.85 αἰτίας συμπληροῦσθαι τὴν φύσιν. Εἰ οὖν πάρ εστιν ἡ ψυχὴ τοῖς ἐκ τοῦ σώματος στοιχείοις πρὸς τὸ πᾶν ἀναμιχθεῖσιν, οὐ μόνον τὸ πλήρωμα τῶν εἰς ὅλον τὸ σύγκριμα συνδεδραμηκότων γνωρίσει, καὶ ἐν αὐτοῖς ἔσται· ἀλλ' οὐ τὴν ἰδιάζουσαν ἑκάστου τῶν μερῶν σύστασιν ἀγνοήσει, διὰ ποίων τῶν ἐν τοῖς στοιχείοις μορίων ἀποτελεσθῇ τὰ ἐν ἡμῖν μέλη. Τὴν οὖν ἐν παντὶ οὖσαν τῷ τῶν στοιχείων πληρώματι, καὶ ἐν τοῖς καθ' ἕκαστον εἶναι, οὐδὲν ἔξω τοῦ εἰκότος ἐστίν· καὶ οὕτω πρὸς τὰ στοιχεῖά τις βλέπων, οἷς ἐνυπάρχει τῇ δυνάμει τὰ καθ' ἕκα στον μέλη τοῦ σώματος, δάκτυλόν τε περὶ αὐτὴν εἶναι καὶ ὀφθαλμὸν καὶ γλῶσσαν, καὶ τὰ ἄλλα πάντα μετὰ τὴν διάλυσιν τοῦ συγκρίματος τὴν Γραφὴν λέ γειν ὑπονοῶν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Εἰ οὖν τὰ καθ' ἕκαστον ἀπάγει τὸν νοῦν τῆς σωματικῆς περὶ τοῦ διηγήματος ὑπολήψεως, εἰκὸς δήπου καὶ τὸν μνημονευθέντα νῦν ᾅδην μὴ τόπον τινὰ οὕτως ὀνομαζόμενον οἴεσθαι, ἀλλά τινα κατάστασιν ζωῆς ἀειδῆ καὶ ἀσώματον, ᾗ τὴν ψυχὴν ἐμβιοτεύειν παρὰ τῆς Γραφῆς ἐκδιδασκόμεθα. Ἀλλὰ καὶ ἕτερον ἐν τῷ κατὰ τὸν πλούσιον καὶ πτωχὸν διηγήματι δόγμα μανθάνομεν, ὃ πολλὴν ἔχει πρὸς τὰ ἐξη τασμένα τὴν οἰκειότητα. Ἐποίησεν ἐκεῖνον τὸν ἐμ παθῆ καὶ φιλόσαρκον, ἐπειδὴ τὸ ἄφυκτον εἶδε τῆς παρ' ἑαυτοῦ συμφορᾶς, φροντίδα τῶν ὑπὲρ γῆς αὐτῷ κατὰ τὸ γένος προσεκτῶν ἔχειν, καὶ τοῦ Ἀβραὰμ εἰπόντος μὴ ἀπρονόητον εἶναι τῶν ἐν σαρκὶ ζώντων βίον, ἀλλὰ κατ' ἐξουσίαν προκεῖσθαι αὐτοῖς τὴν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν χειρ αγωγίαν· ἔτι παραμένειν προσλιπαροῦντα τὸν δί καιον, ὅπως ἂν ἐκ τοῦ παραδόξου πιθανὸν αὐ τοῖς τὸ κήρυγμα γένοιτο, ὑπό τινος ἐκ τῶν νεκρῶν ἀναβεβιωκότος καταγγελλόμενον. {Γ.} Τί οὖν, εἶπον, ἐν τούτοις ἐστὶ τὸ δόγμα;

{Μ.} Ἐπειδὴ, φησὶ, τοῦ μὲν Λαζάρου πρὸς τοῖς πα ροῦσιν ἄσχολός ἐστιν ἡ ψυχὴ, καὶ πρὸς οὐδὲν τῶν κα ταλειφθέντων ἑαυτὴν ἐπιστρέφει, ὁ δὲ πλούσιος οἱο νεὶ ἰξῷ τινι τῇ σαρκίνῃ ζωῇ καὶ μετὰ θάνατον ἔτι προσίσχεται, ἣν οὐδὲ παυσάμενος τοῦ ζῇν κα θαρῶς ἀπεδύσατο, ἀλλ' ἔτι αὐτῷ διὰ φροντίδος ἐστὶν ἡ σὰρξ καὶ τὸ αἷμα (δι' ὧν γὰρ τοὺς κοινωνοῦντας αὐτῷ τοῦ γένους ἐξαιρεθῆναι τῶν κακῶν δεῖται, δῆ λός ἐστι μήπω τῆς σαρκικῆς ἐκλυθεὶς προσπα 46.88 θείας), ἐκ τούτων, φησὶ, τῶν διηγημάτων οἰόμεθα τοῦτο δογματίζειν τὸν Κύριον, τὸ δεῖν ὅτι μά λιστα τοὺς ἐν σαρκὶ βιοτεύοντας, διὰ τῆς κατὰ ἀρε τὴν ζωῆς, χωρίζεσθαί πως καὶ ἀπολύεσθαι τῆς πρὸς αὐτὴν σχέσεως, ἵνα μετὰ τὸν θάνατον μὴ πάλιν ἄλ λου θανάτου δεώμεθα, τὰ λείψανα τῆς σαρκώ δους κόλλης ἀποκαθαίροντος· ἀλλὰ καθάπερ δεσμῶν τὴν ψυχὴν περιῤῥαγέντων, κοῦφος αὐτῇ καὶ ἄνετος ὁ πρὸς τὸ ἀγαθὸν γένηται δρόμος, οὐδε μιᾶς αὐτὸν σωματικῆς ἀλγηδόνος πρὸς ἑαυτὴν ἀφελκούσης. Ὡς εἴ τις ὅλος δι' ὅλων ἀποσαρκωθείη τῇ διανοίᾳ, πᾶσαν ψυχῆς κίνησίν τε καὶ ἐνέργειαν ἐν τοῖς θελήμασι τῆς σαρκὸς ἀσχο λῶν, ὁ τοιοῦτος οὐδὲ τῆς σαρκὸς ἔξω γενόμενος τῶν κατ' αὐτὴν παθημάτων χωρίζεται, καθάπερ οἱ ἐπὶ πλέον ἐνδιατρίψαντες τοῖς δυσωδεστέροις τῶν τόπων, οὐδὲ εἰ πρὸς τὸν εὔπνουν ἀέρα μετέλθοιεν καθαρεύουσι τῆς ἀηδείας, ἢν διὰ τῆς χρονιωτέρας ἐν αὐτῇ διαγωγῆς ἀναμίξαντο· οὕτως οὐδὲ πρὸς τὸν ἀηδῆ καὶ ἄβλεπτον βίον τῆς μεταβολῆς γενομένης, δυνατὸν ἂν εἴη τοὺς φιλοσάρκους μὴ