1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

20

κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΣΤʹ. Περὶ τοῦ ξύλου, εἰ ἐξ ἐκείνου γέγονεν ἡ γνῶσις τοῦ καλοῦ καὶ τοῦ πονηροῦ τῷ Ἀδὰμ, ἢ καὶ πρὸ τῆς βρώσεως εἶχε τὴν διάγνωσιν ταύτην· ἐν ᾧ καὶ περὶ νηστείας, καὶ περὶ τοῦ δεῖν ἐν οἰκίᾳ μελετᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ.

αʹ. Φιλῶ μὲν τὴν νηστείαν, ὅτι μήτηρ σωφροσύνης ἐστὶν, καὶ πηγὴ φιλοσοφίας ἁπάσης· φιλῶ δὲ αὐτὴν καὶ δι' ὑμᾶς, καὶ διὰ τὴν ὑμετέραν ἀγάπην, ὅτι μοι ταύτην τὴν ἱερὰν καὶ τιμίαν ὑμῶν συνήγαγε σύνοδον, καὶ τὰ ποθούμενα πρόσωπα δίδωσι πάλιν ἰδεῖν, καὶ παρέχει μετὰ ἀδείας ἐντρυφῆσαι τῇ καλῇ ταύτῃ πανηγύρει καὶ ἑορτῇ. Καὶ γὰρ καὶ πανήγυριν καὶ ἑορτὴν καὶ μυρία ἀγαθὰ οὐκ ἄν τις ἁμάρτοι τὴν ὑμετέραν σύνοδον προσειπών. Εἰ γὰρ εἰς ἀγοράν τις ἐμβαλὼν, καὶ ἑνὶ συντυγχάνων φίλῳ, πολλάκις πᾶσαν ἀθυμίαν ἀποτίθεται· ἡμεῖς οὐκ εἰς ἀγορὰν, ἀλλ' εἰς ἐκκλησίαν ἀπαντῶντες, καὶ οὐχ ἑνὶ συντυγχάνοντες φίλῳ, ἀλλὰ 54.605 τοσούτοις καὶ τοιούτοις ἀδελφοῖς καὶ πατράσι συγγινόμενοι, πῶς οὐ πᾶσαν ἀποθησόμεθα ἀθυμίαν; πῶς οὐ πᾶσαν ἡδονὴν καρπωσόμεθα; Οὐ γὰρ τῷ πλήθει μόνον οὗτος βελτίων ὁ σύλλογος τῶν συνεδρίων τῶν ἐν ταῖς ἀγοραῖς, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει τῆς διαλέξεως. Οἱ μὲν γὰρ ἐν ἀγοραῖς συνεδρεύοντες καὶ μετὰ ἀλλήλων συγκαθήμενοι κύκλῳ, πολλάκις καὶ περὶ ἀνονήτων διαλέγονται πραγμάτων, καὶ ψυχρὰν εἰσάγουσιν ὁμιλίαν, καὶ φθέγγονται περὶ τῶν οὐδὲν αὐτοῖς προσηκόντων. Καὶ γὰρ εἰώθαμεν, ὡς τὰ πολλὰ, μετὰ πλείονος σπουδῆς τὰ ἀλλότρια περιεργάζεσθαι καὶ πολυπραγμονεῖν. Ὅτι μὲν οὖν ἐστιν ἐπισφαλὲς καὶ κίνδυνον ἔχον, τὰ ῥήματα προϊέναι καὶ ἀκούειν τοιαῦτα, καὶ παρασύρεσθαι, καὶ πολλοὶ πολλάκις ἀπὸ τῶν τοιούτων συνεδρίων χειμῶνες ἐπῃωρίσθησαν ἐν οἰκίαις, παρίημι νῦν· ὅτι δὲ ἀνόνητος καὶ ψυχρὰ καὶ βιωτικὴ πᾶσα ἐκείνη ἡ διάλεξις, καὶ πνευματικὸς λόγος οὐκ ἄν ποτε ταχέως εἰς τοιοῦτον εἰσέλθοι σύλλογον, οὐδεὶς ἀντείποι. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἅπαν τοὐναντίον· πᾶσα μὲν γὰρ ἀκερδὴς διάλεξις ἀπελήλαται, πᾶσα δὲ πνευματικὴ διδασκαλία εἰσενήνεκται. Καὶ γὰρ περὶ ψυχῆς τῆς ἡμετέρας διαλεγόμεθα, καὶ τῶν ψυχῇ προσηκόντων ἀγαθῶν, καὶ περὶ τῶν ἀποκειμένων ἐν τοῖς οὐρανοῖς στεφάνων, καὶ περὶ τῶν λαμπρῶν βίων, καὶ περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ περὶ τῆς προνοίας τοῦ παντὸς, καὶ περὶ τῶν ἄλλων ἁπάντων τῶν μάλιστα προσηκόντων ἡμῖν, καὶ τίνος ἕνεκεν γεγόναμεν, καὶ ποία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀπαντήσεται λῆξις ἡμῖν, καὶ ἐν τίσι τὰ ἡμέτερα ἔσται τότε. Καὶ τοῦ συλλόγου τούτου οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ προφῆται καὶ ἀπόστολοι κοινωνοῦσι· καὶ τὸ δὴ μεῖζον πάντων, αὐτὸς ὁ τῶν ἁπάντων ∆εσπότης μέσος ἡμῶν ἕστηκεν Ἰησοῦς. Αὐτὸς γάρ φησιν, Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ δὲ ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ αὐτῶν ἐστι, πολλῷ μᾶλλον ὅπου τοσοῦτοι μὲν ἄνδρες, τοσαῦται δὲ γυναῖκες, τοσοῦτοι δὲ πατέρες, καὶ ἀπόστολοι καὶ προφῆται ἐν μέσῳ πάρεισι. ∆ιὸ καὶ ἡμεῖς μετὰ πλείονος προθυμίας φθεγγόμεθα τῆς ἐκεῖθεν ἀπολαύοντες ῥοπῆς, καὶ τὴν ὑπόσχεσιν ὑμῖν ἀποδιδόαμεν. Ὑπεσχόμεθα γὰρ ἐρεῖν περὶ τοῦ ξύλου πρότερον, εἰ ἐξ ἐκείνου γέγονεν ἡ γνῶσις τοῦ καλοῦ καὶ τοῦ πονηροῦ τῷ Ἀδὰμ, ἢ καὶ πρὸ τῆς βρώσεως εἶχε τὴν διάγνωσιν ταύτην. Θαῤῥοῦντες οὖν ἂν εἴποιμεν νῦν, ὅτι καὶ πρὸ τῆς βρώσεως ταύτην εἶχε τὴν διάγνωσιν. Εἰ γὰρ μὴ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρὸν, καὶ αὐτῶν τῶν ἀλόγων ἀλογώτερος ἦν, καὶ τῶν δούλων ὁ δεσπότης ἀνοητότερος. Πῶς γὰρ οὐκ ἄτοπον, αἶγας μὲν καὶ πρόβατα εἰδέναι ποία μὲν αὐτοῖς