1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

20

ΚΕΦΑL. Εʹ. Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις,

καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος. Πίνων Βαλτάσαρ ὁ βασιλεὺς εἶ πεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Να βουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλὴμ, καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ οἱ παράκοιτοι, καὶ αἱ παλλακαὶ αὐτοῦ. Καὶ ἠνέχθησαν τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ ἐν Ἱερουσαλήμ· καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ οἱ παράκοιτοι αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ. Καὶ ἔπινον οἶνον, καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδη ροῦς, καὶ ξυλίνους, καὶ λιθίνους. Εἶδες αὐτὰ λαμ βανόμενα; Ἀλλ' ὅρα αὐτῶν τὴν ἰσχὺν, καὶ μετὰ τὸ ἁλῶναι, καὶ τεθῆναι ἐν τῷ εἰδωλείῳ. Ἔστω κατὰ γνώμην ἐκεῖνος αὐτοῦ. ∆ιὰ τί καὶ τούτῳ; ∆ιὰ τὰς ἁμαρτίας ἐλήφθη ταῦτα· ἔδωκαν δίκην. Τί τὸ πέρας καὶ μετὰ τὰ σημεῖα; πῶς οὐδὲν ἔπαθον ἐκεῖνοι, ἀλλ' ὁ βασιλεὺς μόνος; Οὗτος γὰρ εἶπεν, αὐτὸς αἴτιος ἦν 56.223 Ἤνεσαν, φησὶ, τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς. Τίνος ἕνεκεν ἡ διαφορὰ αὕτη τῶν θεῶν παρ' αὐτοῖς ἦν; Ὁ διάβολος βουλόμενος αὐτοὺς πά σης ἀποστερῆσαι συγγνώμης, πολλάκις ἐκέλευσε ξυ λίνους γενέσθαι, ἵνα μηδὲ ἀπὸ τῆς ὕλης πολυτέλειαν ἔχωσιν εἰς ἀπολογίαν. Ὕμνουν εἰς αὐτούς. Ὅρα οὐδαμοῦ τὸν Θεὸν ἄρχοντα, ἀλλ' ἑπόμενον. Τίνος ἕνεκεν ἐπηκολούθησεν ἡ δίκη ταχέως, καὶ αὐτῇ τῇ ὥρᾳ; Ἵνα μὴ τὰ γενόμενα ἐκ τῶν προτέρων θαυμάτων κατα λυθῇ ὑβριζομένου τοῦ Θεοῦ διὰ τῶν σκευῶν, ἐβου λήθη ἄνδρας ἐνυβρίσαι. Καὶ ὅρα τί γίνεται. Ἐβουλήθη σκεύη· καὶ αὐτῇ τῇ ὥρᾳ ἡ τιμωρία. Τίνος ἕνεκεν οὐκ ἀποστέλλεται ὁ προφήτης ἐγκαλέσων, ἀλλὰ ἀστρά γαλος χειρός; Ὥστε μείζω γενέσθαι τὴν ἔκπληξιν. Ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀν θρώπου, καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασι λέως· καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης. Πρόσθες καὶ ἑσπέραν οὖσαν. Ἔδει τὴν οἴδησιν τὴν ἀπὸ τῆς μέθης κατα σταλῆναι. Εἶτα ἔδει μαθεῖν τοὺς παρόντας ἅπαντας, ὅτι δίκην δίδωσιν. ∆ιὰ τί μὴ σκηπτὸν ἀφῆκεν εὐθέως ἐκ τοῦ οὐρανοῦ; Ὥστε πάλιν καὶ τὸν οἰκέτην δοξα σθῆναι τὸν αὐτοῦ· ὥστε αὐτὸν ἀκοῦσαι διὰ τί ταῦτα πάσχει. Ὁ γὰρ ∆ανιὴλ εἰσελθὼν οὐχὶ τὴν γραφὴν ἑρμηνεύει μόνον, ἀλλὰ καὶ μακροὺς ἀποτείνει λόγους, καὶ συμβουλευτικοὺς, οὐχ ὡς ὠφελήσων αὐτὸν, ἀλλ' ὡς τοὺς ἄλλους βελτίους ποιήσων. Τότε ∆ανιὴλ εἰσ ῆλθεν ἐνώπιον τοῦ βασιλέως. Καὶ εἶπεν ὁ βασι λεὺς τῷ ∆ανιήλ· Σὺ εἶ ∆ανιὴλ, ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ἧς κατήγαγεν ὁ βασι λεὺς ὁ πατήρ μου ἀπὸ τῆς Ἰουδαίας; Ὡς καταπληττόμενος αὐτὸν καὶ εἰς ἀνάγκην καθιστῶν, ταῦτά φησιν. Εἰπὼν δὲ, Ὃν ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου ἀπὸ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ταῦτα κατ' αὐ τοῦ τὰ ῥήματα ἔλεγεν, εἰ τῶν αἰχμαλώτων δέεται παν ταχοῦ. Ἤκουσα περὶ σοῦ, ὅτι πνεῦμα Θεοῦ ἅγιον ἐν σοὶ, καὶ γρήγορσις καὶ σύνεσις καὶ σοφία πε ρισσὴ εὑρέθη ἐν σοί. Καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοὶ, μάγοι, Γαζαρηνοὶ, Χαλδαῖοι, ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσι, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσωσί μοι· καὶ οὐκ ἠδυνήθησαν τὴν σύγκρισιν τοῦ λόγου τούτου ἀναγγεῖλαί μοι. Καὶ ἐγὼ ἤκουσα περὶ σοῦ, ὅτι δύνασαι συγκρίματα συγκρῖναι, καὶ λύειν συνδέσμους. Καὶ νῦν ἐὰν δυνηθῇς ἀναγνῶναι τὴν γραφὴν, καὶ τὴν σύγκρι σιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις. Ὁμολογεῖ καὶ τὴν τῶν οἰκείων ἧτταν, καί φησιν· εἰπὲ, καὶ λαβὲ τάδε. Ἀλλ' ὅρα τὸν προφήτην, ἐπὶ μὲν τοῦ πα τρὸς αὐτοῦ πῶς ἠθύμησεν, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· ἀλλὰ τί φησι; Τότε ἀπεκρίθη ∆ανιὴλ, καὶ εἶπεν ἐνώπιον τοῦ βασιλέως· Τὸ δόμα σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός· ἐγὼ