21
ὡς ἐν Κριταῖς ἱστορεῖται. Λέχει ̣Richt 15, 19̣. ἐν Λέχει, Αʹ Σʹ ἐν σιαγόνι. Λαῖσα ̣Richt 18, 27ff. ̣. ταύτην ἑλόντες υἱοὶ ∆ὰν ᾤκησαν, ἄποθεν οὖσαν Σιδῶνος, καὶ ἐπεκάλεσαν αὐτὴν ∆άν. ἣ γέγονεν ὅριον τῆς Ἰουδαίας βόρειον ἀπὸ ∆ὰν ἕως Βηρσαβέε διηκούσης. μέμνηται αὐτῆς καὶ Ἡσαΐας. κεῖται καὶ ἀνωτέρω, πλησίον Πανεάδος. ἐξ ἧς καὶ ὁ Ἰορδάνης πρόεισι. Βασιλειῶν. Λεματτάρα ̣I Sam 20, 20 ̣. ἔνθα Ἰωναθὰν ἠκόντιζε «τὰς σχίζας». Ἀʹ εἰς σκοπόν, Σʹ εἰς τὸν συντεταγμένον. Λαδαβάρ ̣II Sam 9, 4 ̣. ἔνθα Μεμφιβοσθέ. Λωδαβάρ ̣II Sam 17, 27 ̣. ὅθεν ἦν Μαχείρ. Λίβανος ̣I Kön 4, 29 ̣. ὄρος Φοινίκης ἐπιφανές. Λουείθ ̣Jes 15, 5 ̣. ταύτης μέμνηται Ἡσαΐας. καὶ ἔστι μεταξὺ Ἀρεοπόλεως καὶ Ζοορῶν κώμη νῦν καλουμένη Λουειθά. 124 Στοιχεῖον Μ. Ἀπὸ τῆς Γενέσεως. Μανασσῆ ̣Gen 10, 30 ̣. χώρα τῆς Ἰνδικῆς, ἣν κατῴκησαν οἱ υἱοὶ Ἰεκτὰν υἱοῦ Ἐβέρ. Μαμβρῆ ̣Gen 13, 18 ̣. αὕτη ἐστὶ Χεβρών, ᾗ παράκειται τάφος τῶν ἀμφὶ τὸν Ἁβραάμ. κεῖται καὶ ἀνωτέρω. Μαμβρῆ δὲ καὶ εἷς τῶν ἑταίρων τοῦ Ἁβραὰμ ἐκαλεῖτο. Μαδιάμ ̣Gen 25, 2 ̣. πόλις ἀπὸ ἑνὸς τῶν υἱῶν Ἁβραὰμ καὶ Χεττούρας Μαδιὰμ ἐπικληθεῖσα. κεῖται δὲ ἐπέκεινα τῆς Ἀραβίας πρὸς νότον ἐν ἐρήμῳ τῶν Σαρακηνῶν, τῆς ἐρυθρᾶς θαλάσσης ἐπ' ἀνατολάς. ὅθεν καλοῦνται Μαδιαναῖοι καὶ ἡ νῦν καλουμένη Μαδιανή. καλεῖ δὲ καὶ ἡ γραφὴ τὰς θυγατέρας Ἰωβὰβ θυγατέρας Μαδιάμ. ἑτέρα δέ ἐστιν πόλις ὁμώνυμος αὐτῇ πλησίον τοῦ Ἀρνωνᾶ καὶ Ἀρεοπόλεως, ἥτις νῦν ἔρημος οὖσα δείκνυται. Μωάβ ̣Gen 36, 35̣. ἀπὸ Μωὰβ υἱοῦ Λώτ, πόλις τῆς Ἀραβίας ἡ νῦν Ἀρεόπολις. κεῖται καὶ ἀνωτέρω. καλεῖται δὲ Μωὰβ καὶ ἡ χώρα, ἡ δὲ πόλις Ῥαββὰθ Μωάβ. Μασρηκά ̣Gen 36, 36 ̣. πόλις βασιλείας Ἐδὼμ περὶ τὴν Γεβαληνήν. Μάβσαρ ̣Gen 36, 42 ̣. εἰς ἔτι καὶ νῦν καὶ αὕτη κώμη μένει μεγίστη Μαβσαρὰ ἐπὶ τῆς Γεβαληνῆς, ὑπακούουσα τῇ Πέτρᾳ. Μαγεδιήλ ̣Gen 36, 43 ̣. καὶ αὕτη τῶν ἡγεμόνων Ἐδὼμ ἐν τῇ Γεβαληνῇ. Ἀπὸ τῆς Ἐξόδου. Μάγδωλος ̣Ex 14, 2 ̣. τῆς ἐξ Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ σταθμός, ἔνθα κατήντησαν πρὸ τῆς ἐρυθρᾶς θαλάσσης. κεῖται καὶ 126 ἐν Ἱεζεκιήλ· «ἀπὸ Μαγδώλου ἕως Σοηνῆς». ὡς δὲ Ἱερεμίας, ἐνταῦθα τῆς Αἰγύπτου κατῴκησαν οἱ μετὰ Ἱερεμίου Ἰουδαῖοι. Μερρά ̣Ex 15, 23ff. ̣. πικρία. τόπος τῆς ἐρήμου, ἔνθα πικρὸν ὑπάρχον τὸ ὕδωρ ῥίψας ξύλον Μωϋσῆς μετέβαλεν εἰς γλυκύ. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Μνήματα ἐπιθυμίας ̣Num 11, 34 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου, ἔνθα διεφθάρησαν ἀπὸ τῆς κρεωφαγίας. Μακηλώθ ̣Num 33, 25̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Μαθεκκά ̣Num 33, 28 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Μασουρούθ ̣Num 33, 30 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Μαθθανέμ ̣Num 21, 18 ̣. αὕτη νῦν λέγεται Μασχανά. κεῖται δὲ ἐπὶ τοῦ Ἀρνωνᾶ ἀπὸ σημείων ιβʹ πρὸς ἀνατολὰς Μηδαβῶν. Μισώρ ̣Dent 3, 10 ̣. πόλις Ὢγ βασιλέως Βασάν. Μαχαναράθ ̣Deut 3, 17 ̣. ὅριον Ἀμμᾶν τῆς καὶ Φιλαδελφίας. Μαδβαρίς ̣Deut 4, 43 ̣. ἔρημος οὕτω καλεῖται παρ' Ἑβραίοις. Μισαδαῒ «υἱῶν Ἰακείμ» ̣Deut 10, 6 ̣. τόπος ἐπὶ τῆς ἐρήμου, ἔνθα ἐτελεύτησεν Ἀαρών. Ἀπὸ τοῦ Ἰησοῦ. Μακηδά ̣Jos 10, 10 ̣. ἐν ταύτῃ συνέκλεισεν Ἰησοῦς τοὺς εʹ βασιλεῖς εἰς τὸ σπήλαιον, οὓς καὶ ἀνεῖλεν μετὰ τοῦ βασιλέως τῆς Μακηδά. ἣ γέγονε φυλῆς Ἰούδα. καὶ νῦν ἐστι πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως ἀπὸ σημείων ηʹ. Μαδών ̣Jos 11, 1 ̣. πόλις, ἧς ἐβασίλευσεν Ἰωβάβ, ὃν ἐπολέμησεν Ἰησοῦς. 128 Μασσηφά ̣Jos 11, 3 ̣. φυλῆς Ἰούδα, ἔνθα κατῴκει Ἰεφθαέ, πλησίον τῆς Καριαθιαρείμ, ἐν ᾗ καὶ ἡ κιβωτός ποτε κατέμεινεν, ἔνθα καὶ Σαμουὴλ ἐδίκαζεν. κεῖται καὶ ἐν Ἱερεμίᾳ. Μερράν ̣Jos 11, 7̣. ἔστι τὸ ὕδωρ, ἔνθα παρενέβαλον εἰς πόλεμον. ἔστι νῦν κώμη Μερροῦς, Σεβαστῆς ἀπέχουσα σημείοις ιβʹ πλησίον ∆ωθαείμ. Μαστραιφὼθ μαΐμ ̣Jos 11, 8 ̣. Ἀʹ Μαστραιφὼθ ὕδατος, Σʹ Μαστραιφὼθ θαλάσσης. Μαχαθί ̣Jos 12, 5̣. πόλις περὶ τὸν Ἰορδάνην τῶν Ἀμορραίων, πλησίον ὄρους Ἀερμών. ἀφ' ἧς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Μαχαθί. Μαρώμ ̣Jos 12, 20 ̣. καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. κεῖται καὶ ἀνωτέρω Μαροῦς. Μαγγεδδώ ̣Jos 12, 21 ̣. καὶ ταύτην εἷλεν Ἰησοῦς,