21
πρὸς πάντα φάρμακον, μίαν ὁδὸν εἰς νίκην· Ἐν Χριστῷ καυχήσομαι, τὸν ὑπὲρ Χριστοῦ θάνατον.
ΠΗʹ. Πρὸς δὲ τὸν ἐμὸν πόλεμον οὐκ ἔχω τίς γένω μαι, τίνα συμμαχίαν ἐξεύρω, τίνα λόγον σοφίας, τί χάρισμα, ποίᾳ πανοπλίᾳ πρὸς τὰς τοῦ πονηροῦ μεθοδείας ὁπλίσομαι. Τίς νικήσει τοῦτον Μωϋσῆς ἐκτείνας τὰς χεῖρας ἐπὶ τοῦ ὄρους, ἵν' ὁ σταυρὸς ἰσχύσῃ τυπούμενος καὶ προμηνυόμενος; Τίς Ἰη σοῦς μετὰ τοῦτον, τῷ ἀρχιστρατήγῳ τῶν θείων πα ρατάξεων συμπαραταττόμενος; Τίς ∆αβὶδ, ἢ ψάλλων, ἢ πολεμῶν ἐν σφενδόναις, καὶ ὑπὸ τοῦ Θεοῦ περι εζωσμένος δύναμιν εἰς πόλεμον, καὶ τοὺς δακτύ λους εἰς παράταξιν γυμναζόμενος; Τίς Σαμουὴλ, καὶ προσευχόμενος τοῦ λαοῦ καὶ προθυόμενος, καὶ χρίων εἰς βασιλέα τὸν νικᾷν δυνάμενον; Τίς θρη νήσει ταῦτα πρὸς ἀξίαν Ἱερεμίας, θρήνους γράφων ὑπὲρ τοῦ Ἰσραήλ;
ΠΘʹ. Τίς βοήσεται, Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνει δος, τοῦ κατάρξαι αὐτῶν ἔθνη; Τίς περὶ ἡμῶν προσεύξεται Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, οἱ συνευ χόμενοι καὶ συναριθμούμενοι, ἵνα κοπάσῃ μικρὸν ἡμῖν ὁ πόλεμος, ἵνα γενώμεθα ἡμῶν αὐτῶν, ἵν' ἀλλή λους ποτὲ γνωρίσωμεν, ἵνα μηκέτι ὦμεν ἀνθ' ἑνὸς τοῦ Ἰσραὴλ Ἰούδας καὶ Ἰσραὴλ, μηκέτιῬοβοὰμ καὶ Ἱεροβοὰμ, μηκέτι Ἱερουσαλὴμ καὶ Σαμάρεια, αἱ ἐν μέρει διὰ τὰς ἁμαρτίας παραδιδό μεναι, καὶ ἐν μέρει θρηνούμεναι; 35.493 ʹ. Ἐγὼ μὲν γὰρ ἀσθενέστερος εἶναι τοῦ πολέμου τούτου ὁμολογῶ, καὶ διὰ τοῦτο ἔδωκα τὰ νῶτα, καλύψας τὸ πρόσωπον ἐντροπῇ, καὶ καταμόνας καθεσθῆναι, ὅτι πικρίας ἐνεπλήσθην, ἐζήτησα καὶ σιωπῆσαι, συνιὼν, ὅτι ὁ καιρὸς πονηρός ἐστιν· ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι, ὅτι γεγόναμεν υἱοὶ ἀφεστηκότες, ἡ ἄμπελος ἡ εὐκληματοῦσα, ἡ ἄμπελος ἡ ἀληθινὴ, πᾶσα καρποφόρος, ὡραία πᾶσα, καλῶς ταῖς σταγόσι ταῖς ἄνωθεν ἀνατέλλουσα· ὅτι ἐστράφη εἰς ἀτιμίαν ἐμοὶ τὸ διάδημα τοῦ κάλλους, τὸ ἀποσφράγισμα τῆς ἐμῆς δόξης, ὁ τῆς καυχήσεως στέφανος· εἰ δέ τις πρὸς ταῦτα τολμηρὸς καὶ γενναῖος, μακάριος οὗτος ἐμοὶ τοῦ θάρσους καὶ τῆς γενναιότητος.
Αʹ. Καὶ οὔπω λέγω τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐ τοῖς, τὸν ἐν τοῖς πάθεσι
πόλεμον, ὃν πολεμούμεθα νυ κτὸς καὶ ἡμέρας ὑπὸ τοῦ τῆς ταπεινώσεως σώματος, τὰ μὲν κρύβδην, τὰ δὲ φανερῶς· καὶ τῆς ἄνω καὶ κάτω κυμαινούσης ἡμᾶς καὶ στροβούσης, διά τε αἰ σθήσεως καὶ τῶν ἄλλων τερπνῶν τοῦ βίου τούτου περιφορᾶς, τοῦ τε πηλοῦ τῆς ἰλύος, ᾧ ἐμπεπή γμεθα, καὶ τοῦ νόμου τῆς ἁμαρτίας ἀντιστρατευομέ νου τῷ νόμῳ τοῦ πνεύματος, καὶ διαφθείρειν ἐπιχει ροῦντος τὴν βασιλικὴν ἐν ἡμῖν εἰκόνα, καὶ ὅσον τῆς θείας ἀποῤῥοίας ἡμῖν συγκαταβέβληται· ὡς μόλις ἄν τις ἑαυτὸν ἢ μακρᾷ φιλοσοφίᾳ παιδαγωγή σας, καὶ ἀποῤῥηγνὺς κατὰ μικρὸν τὸ τῆς ψυχῆς εὐγενὲς καὶ φωτοειδὲς τοῦ ταπεινοῦ καὶ τῷ σκό τει συνεζευγμένου, ἢ Θεοῦ τυχὼν ἵλεω, ἢ καὶ ἄμφω ταῦτα, καὶ μελέτην ὅτι μάλιστα ποιούμενος ἄνω βλέπειν τῆς κατασπώσης ὕλης ἐπικρατήσειε. Πρὶν δὲ ταύτην ὑπερσχεῖν ὅση δύναμις καὶ ἀνα καθᾶραι ἱκανῶς τὴν διάνοιαν, ὑπέρ τε τοὺς ἄλλους μακρῷ γενέσθαι τῇ πρὸς Θεὸν ἐγγύτητι, ἢ ψυχῶν προστασίαν δέξασθαι, ἢ μεσιτείαν Θεοῦ καὶ ἀνθρώπων (τοῦτο γὰρ ἴσως ὁ ἰερεὺς), οὐκ ἀσφαλὲς εἶναι γινώσκω.
Βʹ. Καὶ ὅθεν εἰς τοῦτο ὑπήχθην τὸ δέος; ἵνα μή με τοῦ δέοντος δειλότερον ὑπολαμβάνητε, ἀλλὰ 35.496 καὶ σφόδρα ἐπαινῆτε τῆς προμηθείας. Ἀκούω μὲν αὐτοῦ Μωσέως, ἡνίκα ἐχρημάτιζεν αὐτῷ ὁ Θεὸς, ὅτι, πλειόνων εἰς τὸ ὄρος προσκεκλη μένων, ὧν εἷς ἦν καὶ Ἀαρὼν σὺν τοῖς παισὶ τοῖς δύο τοῖς ἱερεῦσι, καὶ ἑβδομήκοντα πρεσβυτέρων τῆς γε ρουσίας, οἱ μὲν λοιποὶ προσκυνῆσαι πόῤῥωθεν ἐκελεύσθησαν, ἐγγίσαι δὲ Μωσῆς μόνος, οὐ συνανα βῆναι δὲ ὁ λαὸς ὡς οὐ πάντων ὄντος Θεοῦ γενέ σθαι πλησίον, πλὴν εἴ τις κατὰ Μωσέα Θεοῦ χωρῆ σαι δόξαν δυνάμενος· καὶ ἔτι πρὸ