1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

21

ἀφέλκεσθαί τι πάντως τῆς σαρκικῆς δυσ ωδίας, δι' ὧν πλέον αὐτοῖς ἡ ὀδύνη βαρύνεται, ὑλωδεστέρας ἐκ τοιαύτης περιστάσεως τῆς ψυ χῆς γινομένης. ∆οκεῖ δέ πως πρὸς τοιαύτην ὑπόληψιν συνᾴδειν ὃ παρά τινων λέγεται, πολ λάκις ὁρᾶσθαι τὰς περὶ τῶν σωμάτων θέσεις, σκιοειδῆ τινα τῶν κατοιχομένων φαντάσματα. Εἰ γὰρ τοῖόν τι γίνεται, οὕτως ἐλέγχεται τῆς ψυχῆς ἡ πέρα τοῦ δέοντος γινομένη νῦν πρὸς τὸν σαρ κώδη βίον προσπάθεια, ὡς μηδὲ ἐξωσθεῖσαν τῆς σαρκὸς καθαρῶς αὐτὴν ἐθέλειν ἀφίπτασθαι, μηδὲ συγχωρεῖν τὴν παντελῆ γίνεσθαι πρὸς τὸ ἀειδὲς τοῦ σχήματος μεταποίησιν, ἀλλὰ παραμένειν ἔτι τῷ εἴδει μετὰ τὸ λυθῆναι τὸ εἶδος, καὶ ἔξω γε νομένην ἤδη τούτου πόθῳ τοῖς τῆς ὕλης ἐπιπλανᾶσθαι τόποις, καὶ περὶ αὐτοὺς ἀναστρέφεσθαι. {Γ.} Ἐγὼ δὲ μικρὸν ἐπισχὼν καὶ ἀναλαβὼν τὴν τῶν εἰρημένων διάνοιαν, ∆οκεῖ μοι, εἶπον, τοῖς περὶ πα θῶν προεξητασμένοις ἀνακύπτειν ἐκ τῶν εἰρη μένων τις ἐναντίωσις. Εἰ γὰρ ἐκ τῆς πρὸς τὰ ἄλογα συγγενείας ἐνομίσθη τὰ τοιαῦτα τῆς ψυχῆς ἐν ἡμῖν ἐνεργεῖσθαι κινήματα, ὅσα προσλαβὼν ὁ λόγος ἀπηριθμήσατο, θυμόν τε καὶ φόβον, καὶ ἡδονὴν καὶ 46.89 ἐπιθυμίαν, καὶ τὰ τοιαῦτα· εἴρηται δὲ τὴν μὲν ἀγα θὴν τῶν τοιούτων χρῆσιν ἀρετὴν εἶναι, διὰ δὲ τῆς ἐσφαλμένης τὴν κακίαν γίνεσθαι· προσέθηκε δὲ ὁ λόγος ἑκάστου τε τῶν ἄλλων τὴν πρὸς τὸν κατ' ἀρετὴν βίον συνεισφορὰν, ὅτι δι' ἐπιθυμίαν πρὸς τὸν Θεὸν ἀναγόμεθα, οἷόν τινα σειρὰν κάτωθεν πρὸς αὐτὸν ἀνελκόμενοι, δοκεῖ πως, ἔφην, ἐναντιοῦσθαι πρὸς τὸν σκοπὸν ὁ λόγος

. {Μ.} Πῶς τοῦτον λέγεις; φησίν. {Γ.} Ὅτι τοι, εἶπον, τῆς ἀλόγου πάσης κινήσεως μετὰ τὴν κάθαρσιν ἐν ἡμῖν ἀποσβεσθείσης, οὐδὲ τὸ ἐπιθυμητικὸν πάντως ἔσται· τούτου δὲ μὴ ὄντος οὐδ' ἂν ἡ τοῦ κρείττονος ἔφεσις εἴη, μηδενὸς ὑπολειφθέντος τῇ ψυχῇ τοιούτου κινήμα τος, τοῦ πρὸς τὴν ὄρεξιν τῶν ἀγαθῶν ἐπεγείρον τος.

{Μ.} Ἀλλὰ πρὸς τοῦτο, φησὶν, ἐκεῖνό φαμεν, ὅτι τὸ θεωρητικόν τε καὶ διακριτικὸν ἴδιόν ἐστι τοῦ θεοειδοῦς τῆς ψυχῆς, ἐπεὶ καὶ τὸ Θεῖον ἐν τούτοις κα ταλαμβάνομεν. Εἰ τοίνυν εἴτε ἐκ τῆς νῦν ἐπιμελείας, εἴτε ἐκ τῆς μετὰ ταῦτα καθάρσεως ἐλευθέρα γένοιτο ἡμῖν ἡ ψυχὴ τῆς πρὸς τὰ ἄλογα τῶν παθῶν συμφυΐας, οὐδὲν πρὸς τὴν τοῦ καλοῦ θεωρίαν ἐν αποδισθήσεται. Τὸ γὰρ καλὸν ἑλκτικόν πως κατὰ τὴν ἑαυτοῦ φύσιν παντὸς τοῦ πρὸς ἐκεῖνο βλέποντος. Εἰ οὖν πάσης κακίας ἡ ψυχὴ καθαρεύ σειεν, ἐν τῷ καλῷ πάντως ἔσται. Καλὸν δὲ τῇ ἑαυ τοῦ φύσει τὸ Θεῖον πρὸς ὃ διὰ τῆς καθαρότητος τὴν συνάφειαν ἕξει τῷ οἰκείῳ συναπτομένη. Εἰ οὖν τοῦτο γένοιτο, οὐκέτι ἔσται χρεία τῆς κατ' ἐπιθυμίαν κινήσεως, ἣ πρὸς τὸ καλὸν ἡγεμο νεύσει. Ὁ γὰρ ἐν σκότει τὴν διαγωγὴν ἔχων, οὗτος ἐν ἐπιθυμίᾳ τοῦ φωτὸς ἔσται· εἰ δὲ ἐν τῷ φωτὶ γένοιτο, τὴν ἐπιθυμίαν ἐκδέξεται ἡ ἀπόλαυσις, ἡ δὲ ἐξουσία τῆς ἀπολαύσεως ἀργὴν καὶ ἕωλον τὴν ἐπιθυ μίαν ἐργάζεται. Οὐκοῦν οὐδεμία τις ἔσται διὰ τούτων ζημία πρὸς τὴν τοῦ ἀγαθοῦ μετουσίαν, εἰ τοιού των ἡ ψυχὴ κινημάτων ἐλευθέρα γένοιτο, πρὸς ἑαυτὴν πάλιν ἐπανελθοῦσα, καὶ ἑαυτὴν ἀκριβῶς εἰ δοῦσα, οἵα τῇ φύσει ἐστὶ, καὶ οἷον ἐν κατόπτρῳ καὶ εἰκόνι διὰ τοῦ· οἰκείου κάλλους πρὸς τὸ ἀρχέτυπον βλέπουσα. Ἀληθῶς γὰρ ἐν τούτῳ ἔστιν εἰπεῖν τὴν ἀκριβῆ πρὸς τὸ Θεῖον εἶναι ὁμοίωσιν, ἐν τῷ μιμεῖ 46.92 σθαί πως τὴν ἡμετέραν ζωὴν τὴν ὑπερκειμένην οὐσίαν. Ἡ γὰρ ὑπεράνω παντὸς νοήματος φύσις πόῤῥω τῶν ἐν ἡμῖν θεωρουμένων ἀφιδρυμένη, ἄλλῳ τινὶ τρόπῳ τὴν ἰδίαν ἐξοδεύει ζωὴν, καὶ οὐ καθὼς ἡμεῖς νῦν ἐν τῷ ζῇν ἐσμεν. Ἄνθρωποι μὲν γὰρ, διὰ τὸ ἀεὶ πάντως ἐν κινήσει τὴν φύσιν εἶναι, καθάπερ ἂν ἡ ὁρμὴ τῆς προαιρέσεως γένηται, κατ' ἐκεῖνο φερόμεθα, οὐχ ὁμοίως τῆς ψυχῆς κατὰ τὸ ἔμπροσθεν αὐτῆς, ὡς ἂν εἴποι τις, καὶ τὸ ὀπίσω διακειμένης. Ἐλπὶς μὲν γὰρ καθηγεῖται τῆς ἐπὶ τὸ πρόσω κινήσεως, μνήμη δὲ δέχεται πρὸς τὴν ἐλπίδα προϊοῦσαν τὴν κίνησιν· ἀλλ' εἰ μὲν πρὸς τὸ φύσει καλὸν ἡ ἐλπὶς τὴν ψυχὴν ἄγοι, φαιδρὸν ἐν σημαίνεται τῇ μνήμῃ τὸ ἴχνος ἡ τῆς προαιρέσεως