21
οἰκείᾳ τοὺς ἀξίους ἐκλέγεται ἀποδοκιμάζων τοὺς ἀτόπους τῶν ἀνθρώπων. ἐπειδὴ δὲ ζητήματα ἀπὸ τῶν ῥηθέντων ἀνέκυψεν, λύσιν αὐτῶν ποιησάμενος τὴν προσήκουσαν, ἐπὶ τὸ προκείμενον ἀνατρέχει καί φησιν· οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν, τοῦτο λέγων ὅτι τὴν οἰκείαν καὶ νῦν χρηστότητα συνήθως ἐπιδεικνύμενος ὁ θεὸς ἐξελέξατο ἡμᾶς χάριτι τοὺς μὲν ἀπὸ Ἰουδαίων τοὺς δὲ ἀπὸ ἐθνῶν, ἑκατέρωθεν οὓς ἀξίους ἡγήσατο τούτους ἐπὶ τὴν εὐσέβειαν καλέσας, οὐ πρὸς φύσιν ἀποβλέψας οὐδὲ ταύτῃ διακρίνας ἡμᾶς ἀπὸ τῶν ἑτέρων, δοκιμασίᾳ δὲ τρόπου τοὺς μὲν ἀποβάλλων, τοὺς δὲ εἰσδεξάμενος. Ro+m 9,25-26 Οὐχ ὡς περὶ τῶν ἐθνῶν εἰρημένῃ προφητικῶς, οἵτινες ἐσώθησαν, ὁ ἀπόστολος ἐπὶ τοῦ παρόντος ἐχρήσατο τῇ μαρτυρίᾳ τοῦ Ὠσηέ εἴρηται γὰρ περὶ Ἰουδαίων σαφῶςἀλλ' ὡς δυναμένῃ δεικνύναι ὅτι φύσιν οὐκ αἰδεῖται θεός , δοκιμασίαν δὲ τρόπου ποιεῖσθαι εἴωθεν, ὅπουγε καὶ Ἰουδαίους ἀπεποιήσατό τε μοχθηροὺς ὄντας τὴν γνώμην, οὐχ ἑλόμενος τιμῆσαι διὰ τὴν φύσιν, καὶ οἰκειώσατο πάλιν αὐτοὺς μετα βαλομένους τὸν τρόπον· τοῦτο γὰρ ἐπὶ τῆς παρούσης δείκνυται μαρ τυρίας, ὅθεν καὶ δι' ἑτέρας τὸ αὐτὸ πιστούμενος ἐπάγει· Ἡσαΐας δὲ κράζει καὶ τὰ ἑξῆς. Ro+m 9,27-29 Καὶ δι' ἑτέρας μαρτυρίας τὸ αὐτὸ πιστοῦται· λέγει γὰρ ὁ προφήτης ὅτι κἂν κατὰ τὴν ἄμμον τῆς θαλάσσης ὦσιν οἱ Ἰσραηλῖται τῷ πλήθει , ὀλίγοι σωθήσονται ἀπ' αὐτῶν οἱ τοῦ τυχεῖν ἄξιοι 149 τῶν κρειττόνων, καὶ τὴν γεγενημένην πρὸς τοὺς πατέρας ἐπαγγελίαν περὶ τῶν καταγόντων ἐκεῖθεν τὸ γένος συντεμὼν εἰς ὀλίγους, ἐν αὐτοῖς πληρώσει μετὰ τοῦ δικαίου τῶν ὑποσχέσεων τὴν ἀλήθειαν. Ro+m 9,30-31 Λέγει λοιπὸν τὴν αἰτίαν ἀφ' ἧς Ἰουδαίων μὲν οἱ πλεῖστοι τῆς οἰκειότητος ἔξω τοῦ θεοῦ γεγόνασιν, Ἑλλήνων δὲ οὐκ εὐαριθμήτοις παρὰ πᾶσαν ἐλπίδα ταύτης τυχεῖν ἐνεγένετο· καὶ γὰρ ἦν ἀκόλουθον τὸν εἰρηκότα τῶν μὲν τὴν ἀποβολήν, τῶν δὲ τὴν οἰκείωσιν προσθεῖναι τὴν ἑκατέρου τούτων αἰτίαν. διό φησιν· τί οὖν ἐροῦμεν, ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην καὶ τὰ ἑξῆς. τί τοίνυν εἴποιμεν ἄν, φησίν, ὅτι Ἑλλήνων μὲν οὐκ ὀλίγοι τῆς δικαιώσεως ἔτυχον, προσεληλυθότες τῇ περὶ Χριστοῦ διδασκαλίᾳ, καίτοιγε οὐδέποτε εὐσε βείας ἐπιμεληθέντες; πῶς γὰρ οἵ γε τοῖς εἰδώλοις προσεῖχον; Ἰουδαίων δὲ ἔξω ταύτης ἐγένοντο οἱ πλεῖστοι ἄνδρες ἀεὶ τῷ νόμῳ προσέχειν ἐπ' ἐλπίδι τῆς δικαιώσεως ὑπισχνούμενοι. τὸ μὲν γὰρ διώκων νόμον δικαιοσύνης περὶ τοῦ Μωϋσαϊκοῦ λέγει, βουλόμενος εἰπεῖν ὅτι μετῄεσαν νόμον δικαιοσύνην ὑπισχνούμενον, εἴ τις αὐτὸν φυλάττοι· τὸ δὲ εἰς νόμον δικαιοσύνης κατὰ τὸ οἰκεῖον ἰδίωμα, νόμον δικαιο σύνης τὴν δικαιοσύνην καλῶν ὡς καὶ νόμον πίστεως τὴν πίστιν. τινὲς δὲ οὕτω διελόντες ἀνέγνωσαν τί οὖν ἐροῦμεν κατ' ἐρώτη σιν, εἶτα κατ' ἀπόκρισιν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην καὶ τὰ ἑξῆς, σφόδρα ἀποσφαλέντες τοῦ προσήκοντος καὶ συνιδεῖν τὴν ἀποστολικὴν οὐ δυνηθέντες διάνοιαν· συναπτέον γὰρ ἐπὶ τῆς ἀναγνώσεως κατὰ τὴν προκειμένην ἡμῖν ἑρμηνείαν· τί οὖν ἐροῦμεν, ὅτι ἕθνη τὰ μὴ διώκοντα δικαιοσύνην καὶ τὰ ἑξῆς, τοῦτο τοῦ ἀποστόλου λέγοντος, ὅτι τί εἴποιμεν ἂν περὶ τούτου καινοῦ τε ὄντος ἄγαν καὶ παρὰ πᾶσαν συμβεβηκότος ἐλπίδα, τοῦ τυχεῖν μὲν τοὺς οὐδένα λόγον ποιουμένους τοῦ πράγματος, μὴ τυχεῖν δὲ τοὺς τὴν πᾶσαν σπου δὴν περὶ τοῦτο ἔχοντας. Ro+m 9,32-33 ∆ικαιωθῆναι ἀπὸ τῶν ἔργων τοῦ νόμου τῶν ἀδυνάτων· δεῖ γὰρ μηδέποτε ἁμαρτεῖνἔστι δὲ ἄγαν ἀμήχανον ἐπ' ἀνθρώπων κρινόμενον ἡμαρτηκότα δὲ ἀνάγκη ὑπὸ τὴν ἀπόφασιν γενέσθαι τοῦ νόμου. τοσοῦ τον ἀποδεῖ τοῦ δικαιώσεως τῆς ἀπὸ τοῦ νόμου τυχεῖν ὁ διὰ τῆς κατ' αὐτὸν πολιτείας ἀπολαῦσαι ταύτης ἐλπίζων, χάριτι δὲ ταύτην δεδώρηται 150 ὁ θεὸς τοῖς ἀνθρώποις, πᾶσαν ἡμῶν τὴν περὶ τοῦ ἁμαρτάνειν ῥοπὴν ἀφελεῖν ὑποσχόμενος, ἐπειδ' ἂν ἀναστήσας ἀθανάτους ἐργάσηται· τούτων δὲ ἔνεστι τὰς ἐπαγγελίας λαβεῖν διὰ τῆς ἐπὶ τὸν Χριστὸν κομίσασθαι πίστεως. οὗτοι τοίνυν τῆς μὲν κατὰ χάριν ἐλπιζομένης ἡμῖν διὰ