22
τὸν βασιλέα αὐτῆς ἀνελών. ἣ γέγονε φυλῆς Μανασσῆ, ἣν οὐ κατέσχεν, ὅτι μὴ ἐξῆρεν ἀπ' αὐτῆς τὸν ἀλλόφυλον. Μισώρ ̣Jos 13, 9. 16 ̣. Ἀʹ Σʹ τὴν ὁμαλήν. πόλις φυλῆς Ῥουβίν, Λευίταις ἀφωρισμένη, ἐν τῇ Γεβαληνῇ. Μεδδαβά ̣Jos 13, 9̣. πόλις καὶ μέχρι νῦν ἐστι τῆς Ἀραβίας Μηδαβὰ εἰς ἔτι νῦν καλουμένη πλησίον Ἐσσεβών. Μηφαάθ ̣Jos 13, 18.̣ φυλῆς Βενιαμίν. καὶ ἄλλη δέ ἐστιν ἐπέκεινα τοῦ Ἰορδάνου, ἔνθα φρούριον ἐγκάθηται στρατιωτῶν παρὰ τὴν ἔρημον. 130 Μασφά ̣Jos 13, 26 ̣. φυλῆς Γάδ, Λευίταις ἀφωρισμένη. καὶ ἄλλη δέ ἐστι νῦν Μασσηβὰ ἐν ὁρίοις Ἐλευθεροπόλεως ἐν βορείοις. ἔστι καὶ ἄλλη, φυλῆς Ἰούδα, ἀπιόντων εἰς Αἰλίαν. Μαναείμ ̣Jos 13, 26̣. φυλῆς Γάδ, Λευίταις ἀφωρισμένη, ἐν τῇ Γαλααδίτιδι. Μωλαδά ̣Jos 15, 26̣. φυλῆς Ἰούδα ἢ Συμεών. Μηδεβηνά ̣Jos 15, 31 ̣. φυλῆς Ἰούδα. καὶ ἔστι νῦν Μηνοεὶς πλησίον Γάζης πολίχνη. κεῖται καὶ ἐν Ἡσαΐᾳ. Μαγδαλά ̣Jos 15, 37̣. φυλῆς Ἰούδα. Μαρησά ̣Jos 15, 44̣. φυλῆς Ἰούδα. ἔρημός ἐστι νῦν ὡς ἀπὸ σημείων βʹ Ἐλευθεροπόλεως. Μαών ̣Jos 15, 55 ̣. φυλῆς Ἰούδα. ἐν ἀνατολαῖς τοῦ ∆αρωμᾶ. Μαρώθ ̣Jos 15, 59 ̣. φυλῆς Ἰούδα. Μαδδεί ̣Jos 15, 61 ̣. φυλῆς Ἰούδα. Μασφά ̣Jos 18, 26 ̣. φυλῆς Βενιαμίν. Μαχθώθ ̣Jos 17, 7̣. φυλῆς Μανασσῆ. Μαραλά ̣Jos 19, 11 ̣. ἀνάβασις Ζαβουλών. Μασάν ̣Jos 19, 26 ̣. κλήρου Ἀσήρ. συνάπτει τῷ Καρμήλῳ κατὰ θάλασσαν, πόλις Λευίταις ἀφωρισμένη. Μεελέφ ̣Jos 19, 33 ̣. ὅριον Νεφθαλείμ. Μαγδιήλ ̣Jos 19, 38̣. κλήρου Νεφθαλείμ. καὶ ἔστι νῦν κώμη μεγάλη ἀπὸ εʹ σημείων ∆ώρων, ἀπιόντων εἰς Πτολεμαΐδα. Ἀπὸ τῶν Κριτῶν. Μοσφεθάμ ̣Richt 5, 16 ̣. Ἀʹ τῶν κλήρων, Σʹ τῶν μεταιχμίων. Μωρέ ̣Richt 7, 1 ̣. βουνὸς οὕτω καλούμενος. 132 Μεννήθ ̣Richt 11, 33 ̣. ἔνθα ἐπολέμησεν Ἰεφθαέ. καὶ νῦν ἐστι κώμη Μαανὶθ ἀπὸ δʹ σημείων Ἐσβοῦς, ἀπιόντων εἰς Φιλαδελφίαν. Μαχμάς ̣I Sam 13, 2 ̣. εἰς ἔτι νῦν κώμη μεγίστη ἐν ὁρίοις Αἰλίας Μαχμὰς ἐπικαλουμένη, ἀπὸ σημείων θʹ, πλησίον Ῥαμᾶ. Βασιλειῶν. Μεσσάβ Ị Sam 14, 1 ̣. «τῶν ἀλλο φύλων», πλησίον τῆς Γαβᾶ. Μαγδὼν ἢ Μαγρών ̣I Sam 14, 2̣. ἔνθα ἐκαθέσθη Σαούλ. Μασσηφὰ «τῆς Μωάβ» ̣I Sam 22, 3 ̣. ἔνθα φεύγων τὸν Σαοὺλ ὁ ∆αυὶδ παρεγένετο. Μασερέθ ̣I Sam 23, 14 ̣. ἔρημος, ἔνθα ἐκαθέσθη ∆αυίδ. Αʹ ἐν ὀχυρώμασι, Σʹ ἐν καταφυγαῖς, Θʹ ἐν τοῖς σπηλαίοις. Μασβάκ ̣II Sam 8, 8 ̣. πόλις ἀλλοφύλων, βασιλέως Ἀδραζάρ. Μελά, Γημελά ̣II Sam 8, 13 ̣. Ἀʹ Σʹ φάραγξ τοῦ ἁλός. Μααχά ̣II Sam 10, 6̣. χώρα βασιλέως Γεσσούρ. Μωδεείμ ̣I Macc 2, 1 ̣. κώμη πλησίον ∆ιοσπόλεως, ὅθεν ἦσαν οἱ Μακκαβαῖοι, ὧν καὶ τὰ μνήματα εἰς ἔτι νῦν δείκνυται. Μαψὰρ Τύρου ̣II Sam 24, 7 ̣. Ἀʹ ἔρυμα Τύρου, Σʹ ὀχύρωμα Τύρου. Μασά ̣I Kön 2, 35i; 9, 15 ̣. πόλις, ἣν ᾠκοδόμησε Σολομών. Μεεβρά ̣I Kön 4, 12̣. Ἀʹ ἀπὸ πέραν, Σʹ ἐξ ἐναντίας. Μάκες ̣I Kön 4, 9 ̣. πόλις ἄρχοντος Σολομών. 134 Μελώ ̣I Kön 9, 15 ̣. πόλις, ἣν ᾠκοδόμησε Σολομών. Σʹ Θʹ τελείωσιν. Μαιδάν ̣I Kön 9, 15 ̣. πόλις ἣν ᾠκοδόμησε Σολομών. Μέμφις ̣Hos 9, 6 ̣. ἐν Ὠσηέ, πόλις Αἰγύπτου. καὶ ἐν Ἱεζεκιήλ. καὶ ἐν Ἱερεμίᾳ οἱ μετὰ Ἱερεμίου Ἰουδαῖοι κατῴκησαν ἐν Μέμφει. Μαχά ̣Hos 9, 16 ̣. ἐν Ὠσηέ. Ἀʹ Σʹ τὰ ἐπιθυμήματα. Μίλητος ̣Ez 27, 18 ̣. πόλις τῆς Ἀσίας. κεῖται ἐν Ἱεζεκιήλ. Μαριβώθ ̣Ez 48, 28̣. «ἕως ὕδατος Μαριβώθ» Ἱεζεκιήλ. Ἀʹ διαδικασμοῦ, Σʹ ἀντιλογίας. Μωραθεί ̣Micha 1, 1 ̣. ὅθεν ἦν Μιχαίας ὁ προφήτης, πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως. Μασογάμ ̣Jer 48, 1 ̣. χώρα Μωάβ, ὡς Ἱερεμίας. Μισώρ ̣Jer 48, 21̣. χώρα Μωάβ, ὡς Ἱερεμίας. Μωφάθ ̣Jer 48, 21 ̣. χώρα Μωάβ, ὡς Ἱερεμίας. κεῖται καὶ ἀνωτέρω Μηφαάθ. Μαών ̣Jer 48, 23 ̣. χώρα Μωάβ, ὡς Ἱερεμίας. Μολχόμ ̣Jer 49, 1 ̣. εἴδωλον Ἀμμών, ὡς Ἱερεμίας. Μαγεδάν ̣Matth 15, 39 ̣. εἰς τὰ ὅρια Μαγεδὰν ὁ Χριστὸς ἐπεδήμησεν, ὡς ὁ Ματθαῖος. καὶ ὁ Μάρκος δὲ τῆς Μαγεδὰν μνημονεύει. καὶ ἔστι νῦν ἡ Μαγεδανὴ περὶ τὴν Γερασάν. Στοιχεῖον Ν. Ἀπὸ τῆς Γενέσεως. Ναΐδ ̣Gen 4, 16̣. γῆ, ἔνθα κατῴκησε Κάϊν. ἑρμηνεύεται δὲ σάλος. 136 Νινευῆ ̣Gen 10, 11 ̣. πόλις Ἀσσυρίων, ἣν ᾠκοδόμησεν Ἀσσούρ, ἐξελθὼν ἀπὸ γῆς Σενναάρ. ἔστι δὲ καὶ Ἰουδαίων εἰς ἔτι νῦν πόλις Νινευῆ καλουμένη περὶ τὴν Γωνίαν τῆς Ἀραβίας. Νααλιήλ ̣Num 21, 19̣. πλησίον τοῦ Ἀρνωνᾶ, σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Ναβαῦ ̣Num 32, 3 ̣. ὄρος ὑπὲρ τὸν