22
τούτων ἐν ἀρχῇ τῆς νομοθεσίας, τοὺς μὲν ἄλλους σάλπιγγες, καὶ ἀστραπαὶ, καὶ βρονταὶ, καὶ γνόφος, καὶ ὅλον καπνι ζόμενον τὸ ὄρος, καὶ ἀπειλαὶ φρικώδεις, κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται, καὶ ἄλλα τοιαῦτα δείματα ἵστη κάτω, καὶ μέγα ἦν αὐτοῖς, μόνης ἀκοῦσαι τῆς τοῦ Θεοῦ φωνῆς, εὖ μάλα ἁγνισαμένοις· Μωσῆς δὲ καὶ ἄνεισι, καὶ τῆς νεφέλης εἴσω χωρεῖ, καὶ νομοθετεῖται, καὶ δέχεται πλάκας· τοῖς μὲν πολ λοῖς τὰς τοῦ γράμματος, τοῖς δὲ ὑπὲρ τοὺς πολλοὺς τὰς τοῦ πνεύματος.
Γʹ. Ἀκούω δὲ Ναδὰβ καὶ Ἀβιοὺδ, ὅτι, ξένῳ πυρὶ θυμιάσαντες μόνον, ξένῳ καὶ ἀνηλώθησαν κο λασθέντες δι' ὧν ἠσέβησαν, καὶ τὸν αὐτὸν εὑρόντες τῆς ἀπωλείας, ὃν καὶ τῆς ἀσεβείας καιρὸν καὶ τόπον· καὶ οὐδὲ Ἀαρὼν ἤρκεσε πρὸς σωτηρίαν αὐτοῖς ὁ πα τὴρ, ὁ Μωσέως παρὰ Θεῷ δεύτερος. Γινώσκω δὲ καὶ Ἡλεὶ τὸν ἱερέα, καὶ μικρὸν ὕστερον Ὀζᾶν, τὸν μὲν ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἀπαιτηθέντα δίκην, ἣν ἐτόλμων κατὰ τῶν θυσιῶν πρὸ καιροῦ τῶν λεβήτων ἀπαρχόμενοι, καὶ ταῦτα οὐκ ἀποδεχό μενον αὐτῶν τὴν ἀσέβειαν, ἀλλὰ πολλὰ πολλάκις ἐπιτιμήσαντα· τὸν δὲ, ὅτι, ψαύσας τῆς κιβωτοῦ μόνον περισπασθείσης ὑπὸ τοῦ μόσχου, τὴν μὲν περιεσώσατο, αὐτὸς δὲ ἀπώλετο, φυλάσσοντος τοῦ Θεοῦ τῇ κιβωτῷ τὸ σεβάσμιον.
∆ʹ. Οἶδα δ' ἔγωγε μηδὲ τοὺς ἐν τοῖς σώμασι μώμους τῶν ἱερέων, ἢ τῶν θυμάτων ἀνεξετάστους μένοντας, ἀλλὰ τελείους τέλεια προσάγειν νενομισμένον, σύμβολον, οἶμαι, τοῦτο τῆς κατὰ ψυχὴν ἀρτιότητος· μηδὲ στολῆς τῆς ἱερατικῆς, ἢ σκεύους τινὸς τῶν ἁγίων ψαύειν παντὶ θεμιτὸν ὄν· μηδὲ τὰς θυσίας αὐτὰς, ὑφ' ὧν, καὶ ὅτε, καὶ οὗ μὴ καθῆκον ἦν, 35.497 ἀναλίσκεσθαι· μηδὲ τὸ ἔλαιον ἀπομιμεῖσθαι τῆς χρί σεως, μηδὲ τὸ θυμίαμα τῆς συνθέσεως· μηδὲ εἰς τὸ ἱερὸν εἰσιέναι, ὅστις ἢ ψυχὴν ἢ σῶμα οὐ καθαρὸς, μέχρι καὶ τῶν μικροτάτων· τοσούτου δεῖ εἰς τὰ ἅγια τῶν ἁγίων προσφοιτᾷν θαῤῥοῦντα, ὧν ἑνὶ καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον ἐπιβατὸν ἦν· τοσούτου δεῖ τὸ καταπέτασμα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτὸν, ἢ τὰ χερουβὶμ, ἢ προσβλέπειν εἶναι παντὸς, ἢ προσάπτεσθαι.
Εʹ. Ταῦτα οὖν εἰδὼς ἐγὼ, καὶ ὅτι μηδεὶς ἄξιος τοῦ μεγάλου καὶ Θεοῦ, καὶ θύματος, καὶ ἀρχιε ρέως, ὅστις μὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίαν ζῶσαν, ἁγίαν, μηδὲ τὴν λογικὴν λατρείαν εὐάρεστον ἐπεδείξατο, μηδὲ ἔθυσε τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ πνεῦμα συντετριμμένον, ἣν μόνον ὁ πάντα δοὺς ἀπαιτεῖ παρ' ἡμῶν θυσίαν, πῶς ἔμελλον θαῤῥῆσαι προσφέρειν αὐτῷ τὴν ἔξωθεν, τὴν τῶν μεγάλων μυστηρίων ἀντίτυπον· ἢ πῶς ἱερέως σχῆμα καὶ ὄνομα ὑποδύεσθαι, πρὶν ὁσίοις ἔργοις τελειῶσαι τὰς χεῖρας; πρὶν τὸν ὀφθαλμὸν ἐθίσαι βλέ πειν ὑγιῶς τὴν κτίσιν, καὶ εἰς θαῦμα μόνον τοῦ κτίσαντος, ἀλλὰ μὴ ζημίαν τοῦ πλάσαντος; πρὶν τῇ παιδείᾳ Κυρίου ἱκανῶς ἀνοιγῆναι τὰ ὦτα, καὶ προστεθῆναί μοι ὠτίον μὴ βαρέως ἀκούειν δυνάμενον, ἀλλὰ ἐνώτιον χρυσοῦν σαρδίῳ πολυτε λεῖ δεθῆναι, λόγον σοφοῦ εἰς οὖς εὐήκοον; πρὶν τὸ στόμα, τὰ χείλη, τὴν γλῶσσαν, τὸ μὲν ἀνοιγῆναι καὶ ἑλκῦσαι πνεῦμα, ἢ πλατυνθῆναι καὶ πληρωθῆναι τῷ πνεύματι λαλουμένων μυστηρίων τε καὶ δογμά των· τὰ δὲ αἰσθήσει θείᾳ, κατὰ τὴν σοφίαν εἰπεῖν, δεθῆναι, προσθείην δ' ἂν ὅτι καὶ ἐν καιρῷ λυθῆναι· τὴν δὲ πλησθῆναι ἀγαλλιάσεως, καὶ θείας μελῳδίας γενέσθαι πλῆκτρον, ἐξεγειρομένην τῇ δόξῃ, συνεξεγειρομένην ὄρθριον, καὶ μέχρι τοῦ κολληθῆναι τῷ λάρυγγι κάμνουσαν; πρὶν ἐπὶ πέτραν στῆναι τοὺς πόδας μου, καταρτισθέντας ὡς ἐλάφων, καὶ κατευ θυνθῆναί μοι τὰ κατὰ Θεὸν διαβήματα, μὴ παρ' ὀλίγον μηδ' ὅλως ἐκχεόμενα; πρὶν ἅπαν μέλος ὅπλον γενέσθαι δικαιοσύνης, καὶ ἀποθέσθαι πᾶσαν νεκρό τητα, καταποθεῖσαν ὑπὸ τῆς ζωῆς, καὶ ὑποχωρήσα σαν τῷ πνεύματι; 35.500
ςʹ. Τίς μήπω τοῖς ἁγνοῖς καὶ πεπυρωμένοις τοῦ Θεοῦ λογίοις καεὶς τὴν καρδίαν ἐν τῷ διανοιγῆναι αὐτῷ τὰς Γραφάς· μηδὲ ἀπογραψάμενος αὐτὰ τρισσῶς ἐπὶ πλάτος τῆς καρδίας, ὥστε νοῦν ἔχειν Χριστοῦ· μηδὲ τῶν τοῖς πολλοῖς