1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

22

ἀπατεὼν, ἀλλὰ σύμβουλος τῶν συμφερόντων κατέστη, ἐκ θηρίου ποιήσας αὐτὸν ἄνθρωπον. Ἀλλὰ μὴ γένοιτο· οὐκ ἔστι ταῦτα οὕτως, οὐκ ἔστιν. Εἰ γὰρ μὴ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρὸν, πῶς καὶ τὴν ἐντολὴν ἐλάμβανεν; Οὐδεὶς γὰρ δίδωσι νόμον τῷ μὴ εἰδότι, ὅτι κακὸν ἡ παράβασις· ὁ δὲ Θεὸς καὶ ἔδωκε, καὶ παραβάντα ἐκόλασεν, οὐκ ἂν ἀμφότερα ταῦτα ποιήσας, εἰ μὴ γνωστικὸν αὐτὸν ἐξ ἀρχῆς ἐποίησεν ἀρετῆς καὶ κακίας. Ὁρᾷς πῶς πάντοθεν ἡμῖν ἀποδέδεικται, ὅτι οὐ μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὸ καλὸν ᾔδει καὶ τὸ πονηρὸν, ἀλλὰ καὶ πρὸ τούτου ἠπίστατο; Ταῦτα οὖν ἅπαντα, ἀγαπητοὶ, διακρατῶμεν, καὶ οἴκαδε ἀναχωρήσαντες διπλῆν παραθῶμεν τὴν τράπεζαν, τὴν τῶν σιτίων, καὶ τὴν τῆς ἀκροάσεως, καὶ λεγέτω μὲν ἁνὴρ τὰ εἰρημένα, μανθανέτω δὲ γυνὴ, ἀκουέτω δὲ καὶ παιδία, μὴ ἀποστερείσθωσαν δὲ μηδὲ οἰκέται τῆς ἀκροάσεως ταύτης. Ἐκκλησίαν ποίησόν σου τὴν οἰκίαν· καὶ γὰρ καὶ ὑπεύθυνος εἶ καὶ τῆς τῶν παιδίων καὶ τῆς τῶν οἰκετῶν σωτηρίας· καὶ καθάπερ ἡμεῖς ὑπὲρ ὑμῶν ἀπαιτούμεθα λόγον. οὕτω καὶ ἕκαστος ὑμῶν καὶ ὑπὲρ οἰκέτου, καὶ ὑπὲρ γυναικὸς, καὶ ὑπὲρ παιδὸς ἀπαιτεῖται εὐθύνας. Ἀπὸ γοῦν τῶν τοιούτων διηγημάτων ἥδιστα διαδέξεται ἡμᾶς τὰ ὀνείρατα, καὶ φαντασίας ἀπηλλαγμένα ἁπάσης· οἷα γὰρ μεθ' ἡμέραν ἡ ψυχὴ μελετᾷν εἴωθε, τοιαῦτα καὶ καθ' ὕπνους φαντάζεται. Καὶ ἐὰν τὰ καθ' ἑκάστην ἡμέραν φυλάττωμεν λεγόμενα, οὐ πολλοῦ δεηθησόμεθα πόνου· καὶ γὰρ σαφέστερος ὁ μετὰ ταῦτα λόγος ὑμῖν ἔσται, καὶ ἡμῖν προθυμοτέρα ἡ διδασκαλία. Ἵν' οὖν γένηταί τι πλέον καὶ ἡμῖν καὶ ὑμῖν, ἡμῖν μὲν ἀπὸ τῆς διδασκαλίας, ὑμῖν δὲ ἀπὸ τῆς ἀκροάσεως, μετὰ τῆς σωματικῆς τραπέζης καὶ ἡ τράπεζα ὑμῖν παρατιθέσθω ἡ πνευματική. Καὶ γὰρ ἀσφάλεια καὶ κόσμος ἐκεῖνα ὑμῖν γενήσεται, καὶ τὰ τῆς παρούσης ζωῆς πρὸς τὸ συμφέρον ὁ Θεὸς κατευθυνεῖ, καὶ ῥᾷστα ὑμῖν ἔσται πάντα καὶ εὔκολα. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πάντα ταῦτα προστεθήσεται ὑμῖν. Ζητῶμεν οὖν ταύτην, ἀγαπητοὶ, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Ζʹ. ∆ιὰ τί ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον, καὶ τί ποτέ

ἐστι, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. αʹ. Πολλὰ παρεκάλεσα χθὲς τὴν ὑμετέραν ἀγάπην μεμνῆσθαι τῶν εἰρημένων, καὶ διπλῆν ἐν ἑσπέρᾳ παραθεῖ 54.608 ναι τὴν τράπεζαν, τὴν τῶν βρωμάτων, καὶ τὴν ἀπὸ τῶν λόγων προστιθέντας ἑστίασιν. Τί οὖν; ἐποιήσατε τοῦτο, καὶ παρεθήκατε διπλῆν τὴν τράπεζαν; Οἶδα ὅτι ἐποιήσατε, καὶ οὐκ ἐκείνης μόνον, ἀλλὰ καὶ ταύτης μετέσχετε. Οὐ γὰρ δὴ περὶ τὴν ἐλάττω σπουδάσαντες, τῆς βελτίονος ἐμέλλετε ἀμελεῖν. Καὶ γὰρ βελτίων ἐκείνης αὕτη. Τὴν μὲν γὰρ μαγείρων συνέθηκαν χεῖρες, ταύτην δὲ προφητῶν παρεσκεύασαν γλῶσσαι· καὶ ἡ μὲν τὰ ἀπὸ τῆς γῆς ἔχει βλαστήματα, ἡ δὲ τὸν καρπὸν τὸν ἀπὸ τοῦ Πνεύματος· καὶ ταύτης μὲν τῆς τραπέζης πρὸς φθορὰν ἐπείγεται τὰ σιτία, τὰ δὲ ἐκείνης πρὸς ἀφθαρσίαν· καὶ αὕτη μὲν τὴν παροῦσαν ἡμῶν συγκρατεῖ ζωὴν, ἐκείνη δὲ πρὸς τὴν μέλλουσαν ἡμᾶς ὁδηγεῖ. Ὅτι μὲν οὖν παρεθήκατε μετ' ἐκείνης καὶ ταύτην, οἶδα, οὐκ ἀκόλουθον ὑμῶν ἐρωτήσας, οὐκ οἰκέτην, ἀλλὰ τὸν τούτων σαφέστερον ἄγγελον. Τίνα δὴ τοῦτον; Τὸν κρότον τῶν εἰρημένων, τὸν ἔπαινον τὸν ἐπὶ τῇ διδασκαλίᾳ. Ἐπειδὴ γὰρ εἶπον χθὲς, ὅτι Ἕκαστος ὑμῶν ποιησάτω τὴν οἰκίαν αὐτοῦ ἐκκλησίαν, μέγα ἀνακεκράγατε, δηλοῦντες τὴν ἡδονὴν τὴν ἐπὶ τοῖς εἰρημένοις. Ὁ δὲ