22
καὶ εὔνους τῷ βασιλεῖ ἦν. Ἢ, Ὅτι πιστὸς ἦν· τουτέστι, ἐθάῤῥει τῷ Θεῷ, κἀκεῖνος πάντα ἐκυ βέρνα· Θεοῦ δὲ κυβερνῶντος, τίς ἂν γένοιτο βλάβη; Τί οὖν φησι; Εἶπον οἱ τακτικοὶ ἐκεῖνοι, Οὐχ εὑρή σομεν κατὰ ∆ανιὴλ πρόφασιν, εἰ μὴ ἐν νομίμοις Θεοῦ αὐτοῦ. Οὐδὲν, φησὶ, δυνατὸν εὑρεῖν. ∆ιὰ τί; Μὴ οὐκ ἄνθρωπός ἐστιν; ἐν πᾶσιν ἄπταιστος γέγονεν; Τὸ μέλλον ἄδηλον, καὶ ὑπὲρ τῶν μελλόντων πῶς ἀπο φαίνεσθε; Καί φησι, Πεῖραν ἐλάβομεν ἀπὸ τῶν πρα γμάτων. Εἰ μὴ ἐν νομίμοις, φησὶ, Θεοῦ αὐτοῦ, οὐχ εὑρήσομεν πρόφασιν. Καὶ μὴν ἐκεῖ ἄληπτος πολλῷ πλέον. Συγχωρεῖ τὸν πειρασμὸν ὁ Θεὸς πρὸς δοκιμήν. Μὴ γὰρ οὐκ ἠδύνατο κωλῦσαι τὴν κακίαν ἐκείνων; Ἀλλ' ἵνα διὰ τούτου μάθῃς, καὶ τοῦτον θαυμάσῃς, οὐ φθονεῖ τοῦ στεφάνου τοῖς οἰκέτοις αὐτοῦ. Τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστη σαν τῷ βασιλεῖ, καὶ εἶπον αὐτῷ· ∆αρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. Συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατρά παι, ὕπατοι καὶ τοπάρχαι, τοῦ στῆσαι στάσει βασιλικῇ, καὶ ἐνισχῦσαι ὁρισμὸν, ὅπως ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ ἢ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα, ἀλλ' ἢ παρὰ σοῦ, βασι λεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων. 56.226 Νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν, καὶ ἔκθες γραφὴν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μή δων καὶ Περσῶν, ὅπως ἂν μὴ παραγραφῇ κατ έναντι τούτου. Τότε ὁ βασιλεὺς ∆αρεῖος ἐπέταξε γραφῆναι τὸ δόγμα. Ὅρα τί ποιοῦσι, πῶς ἀλόγιστον δόγμα ἐσπούδαζον στῆσαι. Καὶ κατὰ σπουδὴν τοῦτο αἰτοῦσι. Τὸ μὲν γὰρ λέγειν, Ὃς ἂν αἰτήσῃ παρὰ ἀν θρώπου, λόγον εἶχεν; Ἀλλ' ἐδόκουν σοφίζεσθαι τὸν λόγον τῆς αἰτήσεως τῷ βραχεῖ χρόνῳ. Ποία ὑπόθεσις αὕτη; διὰ τί τοῦτο εἶπες; Ἔδοξε, φησί· πάντες συν ελθόντες τοῦτο ἐκυρώσαμεν, ὥστε ἐν τριάκοντα ἡμέ ραις παρὰ σοῦ μόνου αἰτεῖν. Ὦ βαρβαρικὸν αἴτημα· ὦ πολλῆς ἀλογίας γέμουσα χάρις, αὐτὸν τὸν δοκοῦντα τιμᾶσθαι καταισχύνουσα! Εἰ μὲν γὰρ τοῦτο καλὸν, ἔδει διηνεκὲς τοῦτο εἶναι· εἰ δὲ φαῦλον, οὐδὲ τὰς τριάκοντα ἡμέρας. Πάλιν εἰ καλὸν, τί τὸ πλῆθος προβάλλεσθε; Καὶ γὰρ χωρὶς τούτου ἐπινεῦσαι δεῖ· εἰ δὲ φαῦλον, οὐδὲ πάσης τῆς οἰκουμένης κελευούσης ὑπείκειν ἐχρῆν. Οὐ προεῖδε τὸν δόλον ὁ βασιλεύς· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα. Ὥρισε γὰρ, καὶ γράμμασιν αὐτὸν [f. αὐτὸ] ἠσφαλίσαντο, ὥστε μηδὲ βουλομένῳ μετὰ ταῦτα γενέσθαι καιρὸν τοῦ ἀνανεῦ σαι. Τί οὖν ἀκούσας φησὶν ὁ ∆ανιήλ; Οὐκ ἐταράχθη, οὐ προσέθηκεν, οὐκ ἀφεῖλεν. Ὅρα τὸν ἐνάρετον ὁμα λῶς ἀεὶ ζῶντα, ὥσπερ τινὰ ἄνθη παρατρέχοντα πάν τα, ὥσπερ ἐν σκιαῖς καὶ τὰ χρηστὰ καὶ τὰ λυπηρὰ θεώμενον. Εἰ γὰρ ἐν ἀρχῇ οὕτως ἀκατάπληκτος ἔμενε, πολλῷ μᾶλλον νῦν μετὰ τὴν πεῖραν τῶν ἀγώνων το σούτους ἀναδησάμενος στεφάνους. Τίνος ἕνεκεν οὐ προσῆλθε; τίνος ἕνεκεν οὐκ ἐμέμψατο, τοσαύτην παρὰ τῷ βασιλεῖ παῤῥησίαν ἔχων; Οὐκ ἐβούλετο ῥήμασιν, ἀλλὰ πράγμασι τοῦτο ποιῆσαι. Ἄλλως δὲ πανταχοῦ αὐτὸν εὑρίσκομεν, τῆς χρείας καλούσης, ἐπιπηδῶντα, καὶ παραγινόμενον. Καὶ ∆ανιὴλ ἡνίκα ἔγνω ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· καὶ αἱ θυρίδες ἀνεῳγμέναι ἐν τοῖς ὑπερῴοις αὐ τοῦ κατέναντι Ἱερουσαλήμ· καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων ἐπὶ τὰ γόνατα αὐτοῦ, καὶ προσευχόμενος, καὶ ἐξομολογούμενος ἐναντίον τοῦ Θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν. Τίνος ἕνεκεν τῶν θυρίδων ἡμᾶς ἀνέμνησεν, ὅτι ἀνεῳ γμέναι ἦσαν πρὸς Ἱερουσαλήμ; Σφοδρὸν τῆς θέας εἶχον πόθον. Καθάπερ οὖν τις ποθουμένην ἔχων ἀποῦ σαν, καὶ τὰς ὁδοὺς τὰς ἐκεῖ φερούσας φιλεῖ· οὕτω δὴ καὶ οὗτος. Ἐπεθύμουν δὲ αὐτῆς ἄλλοι τῶν σωματικῶν ἕνεκεν, οὗτος δὲ οὐχὶ, ἀλλὰ διὰ τὴν δόξαν τοῦ Θεοῦ. Ἐπεὶ ὅτι τοῦτό ἐστι, δῆλον ἐκεῖθεν· οὐ γὰρ εἵλετο ἀνελθεῖν, τοῦ σπουδαζομένου πέρας εἰληφότος αὐτῷ. ∆ιὰ τοῦτο καὶ ἡμεῖς, καθὼς οἱ πατέρες ἡμῖν παρ έδωκαν, πρὸς ἀνατολὰς ὁρῶντες εὐχόμεθα, πόλιν καὶ 56.227 ἡμεῖς καὶ πατρίδα ἀρχαίαν ζητοῦμεν· καὶ γὰρ ὄντως ἄξιον ζητῆσαι. Πῶς, πανταχοῦ τοῦ Θεοῦ ὄντος, καὶ λέγοντος τοῦ προφήτου· Τῷ ἐπιβεβηκότι ἐπὶ δυ σμῶν, Κύριος ὄνομα αὐτῷ· πρὸς ἀνατολάς ἐσμεν τετραμμένοι; Ἐκεῖ ὥσπερ ἰατρεῖον ἦν τὸ ἀρχαῖον. Ἀλλ' οὐκ ἔλαβες