1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

23

μένει, τὸ διαδεχόμενον αὐτὴν οὐχ εὑρίσκουσαν. ∆ιὸ καὶ προτερεύει τῶν τε κατ' ἀρετὴν κατορθουμένων ἁπάντων, καὶ τῶν τοῦ νόμου παραγγελμάτων. Εἰ οὖν ἐπὶ τοῦτό ποτε τὸ τέ λος φθάσειεν ἡ ψυχὴ, ἀνενδεῶς ἕξει τῶν ἄλλων, ἅτε δὴ τοῦ πληρώματος περιδεδραγμένη τῶν ὄντων, καὶ δοκεῖ μόνη πως αὐτῆς τῆς θείας μακαριό τητος ἐν αὐτῇ σώζειν τὸν χαρακτῆρα. Ἥ τε γὰρ ζωὴ τῆς ἄνω φύσεως ἀγάπη ἐστὶν, ἐπειδὴ τὸ καλὸν ἀγαπητὸν πάντως ἐστὶ τοῖς γινώσκουσι· γι νώσκει δὲ αὐτὸ τὸ Θεῖον· ἡ δὲ γνῶσις ἀγάπη γί νεται. ∆ιὸ τὸ καλόν ἐστι τῇ φύσει τὸ γινωσκό μενον, τοῦ δὲ ἀληθῶς καλοῦ ὁ ὑβριστὴς οὐ προσ άπτεται κόρος· κόρου δὲ τὴν ἀγαπητικὴν πρὸς τὸ καλὸν σχέσιν οὐ διακόπτοντος, ἀεὶ ἡ θεία ζωὴ δι' ἀγάπης ἐνεργηθήσεται, ἣ καλή τε κατὰ φύ 46.97 σιν ἐστὶ, καὶ ἀγαπητικῶς πρὸς τὸ καλὸν ἐκ φύσεως ἔχει, καὶ ὅρον τῆς κατὰ τὴν ἀγάπην ἐνεργείας οὐκ ἔχει, ἐπειδὴ οὐδὲ τοῦ καλοῦ τι πέρας καταλαμ βάνεται, ὡς συναπολήγειν τῷ πέρατι τοῦ καλοῦ τὴν ἀγάπην· μόνῳ γὰρ τῷ ἐναντίῳ τὸ καλὸν περα τιοῦται· οὗ δὲ ἡ φύσις ἀνεπίδεκτός ἐστι τοῦ χείρονος, πρὸς τὸ ἀπέραντόν τε καὶ ἀόριστον τὸ ἀγα θὸν προελεύσεται. Ἐπεὶ οὖν ἑλκτικὴ τῶν οἰκείων πᾶσα φύσις ἐστὶν, οἰκεῖον δέ πως τῷ Θεῷ τὸ ἀνθρώπινον, ἅτε δὴ φέρον ἐν ἑαυτῷ τοῦ ἀρχετύπου μιμήματα, ἕλκεται κατὰ πᾶσαν ἀνάγκην πρὸς τὸ θεῖόν τε καὶ συγγενὲς ἡ ψυχή. ∆εῖ γὰρ πάντη καὶ πάντως τῷ Θεῷ ἀποσω θῆναι τὸ ἴδιον· ἀλλ' εἰ μὲν κούφη καὶ ἀπέριττος τύχῃ, μηδεμιᾶς σωματικῆς ἀχθηδόνος αὐτὴν πιεζούσης, ἡδεῖα καὶ εὔκολος αὐτῇ ἡ πρὸς τὸν ἐπισπώμενον προσχώρησις γίνεται. Εἰ δὲ τοῖς τῆς προσπαθείας ἥλοις εἰς τὴν πρὸς τὰ ὑλώδη σχέσιν καταπαρῇ, οἷόν τινα πάσχειν εἰκὸς ἐν τοῖς συμπτώμασι τῶν σεισμῶν, τὰ ἐμπιεσθέντα τοῖς χώ μασι σώματα· προκείσθω δὲ καθ' ὑπόθεσιν τὸ μὴ βεβαρῆσθαι μόνον αὐτὰ τοῖς συμπτώμασιν, ἀλλὰ καὶ διαπεπερονῆσθαί τισιν ὀβελοῖς ἢ ξύλοις τοῖς ἐνευρεθεῖσι τῷ χώματι· ὅπερ οὖν εἰκὸς ὑπομεῖναι τὰ οὕτω διακείμενα σώματα, παρὰ τῶν οἰκείων τῆς συμπτώσεως ὁσίας ἕνεκεν ἐξελκό μενα· ξανθήσεται γὰρ πάντως, καὶ σπαραχθήσεται, καὶ πᾶν ὁτιοῦν τῶν χαλεπωτάτων πείσεται, τοῦ χώ ματος αὐτὰ καὶ τῶν ἥλων διὰ τὴν τῶν ἐφελκομένων βίαν καταξαινόντων· τοιοῦτόν τί μοι δοκεῖ καὶ περὶ τὴν ψυχὴν γίνεσθαι πάθος, ὅταν ἡ θεία δύναμις ὑπὸ φιλανθρωπίας ἐκ τῶν ἀλόγων τε καὶ ὑλικῶν συμ πτωμάτων ἐφέλκηται τὸ ἴδιον. Οὐ γὰρ μι σῶν οὐδ' ἀμυνόμενος ἐπὶ τῇ κακῇ ζωῇ, κατά γε τὸν ἐμὸν λόγον, ἐπάγει τοῖς ἐξημαρτηκόσι τὰς ὀδυνηρὰς διαθέσεις ὁ Θεὸς, ὁ ἀντιποιούμενός τε καὶ πρὸς ἑαυτὸν ἕλκων πᾶν ὅτιπερ αὐτοῦ χάριν ἦλθεν εἰς γέ νεσιν· ἀλλ' ὁ μὲν ἐπὶ τῷ κρείττονι σκοπῷ πρὸς ἑαυ τὸν, ὅς ἐστι πηγὴ πάσης μακαριότητος, ἐπισπᾶται τὴν ψυχήν· ἐπισυμβαίνει δὲ κατ' ἀνάγκην ἡ ἀλγεινὴ διάθεσις τῷ ἑλκομένῳ. 46.100 Καὶ ὥσπερ τὴν ἐμμιχθεῖσαν τῷ χρυσίῳ ὕλην οἱ διὰ πυρὸς ἐκκαθαροῦντες οὐ μόνον τὸ νόθον τῷ πυρὶ τήκουσιν, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην καὶ τὸ καθαρὸν τῷ κιβδήλῳ συγκατατήκεται, κἀκείνου δὲ δαπανωμένου τοῦτο μένει· οὕτω καὶ τῆς κακίας τῷ ἀκοιμήτῳ πυρὶ δαπανωμένης, ἀνάγκη πᾶσα καὶ τὴν ἑνωθεῖσαν αὐτῇ ψυχὴν ἐν τῷ πυρὶ εἶναι, ὡς ἂν τὸ κατεσπαρμένον νόθον καὶ ὑλῶδες, καὶ κί βδηλον ἀπαναλωθῇ τῷ αἰωνίῳ πυρὶ δαπανώ μενον. Καὶ καθάπερ εἴ τινι σχοινίῳ πηλὸς τῶν κολ λωδεστέρων διὰ βάθους περιπλασθείη, εἶτα διά τινος λεπτοῦ χωρήματος ἡ ἀρχὴ διεξαχθείη τῆς σχοίνου, καὶ βιαίως τις ἐπὶ τὰ ἐντὸς ἐκ τοῦ ἄκρου τὴν σχοῖνον ἐφέλκοιτο, ἀνάγκη πᾶσα τὴν μὲν ἕπεσθαι τῷ ἐπισπωμένῳ, τὸν δὲ παραπλασθέντα πηλὸν ἐκ τῆς βιαίας ὁλκῆς ἔξω τῆς τρυμαλιᾶς μένειν τῆς σχοί νου ἀποξυόμενον, καὶ αἴτιον αὐτῇ γίνεσθαι τοῦ μὴ εὐοδοῦσθαι κατὰ τὴν πάροδον, ἀλλὰ βιαίαν ὑπο μένειν ἐκ τοῦ ἐφελκομένου τὴν τάσιν· τοιοῦτόν τί μοι δοκεῖ καὶ τὸ περὶ τὴν ψυχὴν ἐννοεῖν ταῖς ὑλικαῖς τε καὶ γεώδεσι προσπαθείαις ἐνειληθεῖσαν, κάμνειν καὶ διατείνεσθαι, τοῦ μὲν Θεοῦ τὸ ἴδιον πρὸς ἑαυτὸν ἕλκοντος· τοῦ δ' ἀλλοτρίου, διὰ τὸ συμφυῆναί πως αὐτῇ, βιαίως ἀποξυρομένου, καὶ τὰς δριμείας αὐτῇ καὶ ἀνυποστάτους ἀλγηδόνας ἐπάγοντος.