23
μεθ' ἡδονῆς ἀκούων τῶν λεγομένων, οὗτος καὶ πρὸς τὴν τῶν ἔργων ἐπίδειξιν παρεσκεύασται. ∆ιὰ ταῦτα καὶ τήμερον προθυμότερον ἀπεδυσάμην πρὸς τὴν διδασκαλίαν. Ἀλλὰ διεγέρθητε καὶ νῦν. Οὐδὲ γὰρ τὸν λέγοντα διεγηγερμένον εἶναι χρὴ μόνον, ἀλλὰ καὶ τοὺς ἀκούοντας ἐναγωνίους εἶναι χρὴ, καὶ τοὺς ἀκούοντας μᾶλλον, ἢ τὸν λέγοντα. Ἡμεῖς μὲν γὰρ μίαν ἔχομεν σπουδὴν, καταβαλεῖν τὰ δεσποτικὰ χρήματα· ὑμῖν δὲ πλείων ὁ πόνος, ὥστε καὶ ὑποδέξασθαι αὐτὰ, καὶ μετὰ πολλῆς τηρῆσαι τῆς ἀσφαλείας. Ἐπίθετε τοίνυν μετὰ τὴν ἀκρόασιν τὰ κλεῖθρα ταῖς θύραις. τοὺς μοχλούς· καὶ λογισμοὺς τοὺς φοβεροὺς, καθάπερ τινὰς φύλακας, πανταχόθεν περιστήσατε τῇ ψυχῇ. Καὶ γὰρ ἀναίσχυντος ὁ κλέπτης ἐστὶ, καὶ διαπαντὸς ἀγρυπνεῖ, καὶ συνεχῶς ἐπιτίθεται, κἂν πολλάκις ἀποτύχῃ, πολλάκις ἐπιχειρεῖ. Ἔστωσαν τοίνυν φοβεροὶ οἱ φύλακες· κἂν ἴδωσι τὸν διάβολον ἐλθόντα καὶ βουλόμενον ἁρπάσαι τι τῶν καταβληθέντων, μετὰ πολλῆς αὐτὸν ἀπελαυνέτωσαν τῆς κραυγῆς· κἂν φροντίδες βιωτικαὶ ἐπίωσι, κωλυέτωσαν· κἂν λήθη παρὰ τῆς φύσεως διενοχλῇ, τῇ μελέτῃ τὴν μνήμην διεγειρέτωσαν. Οὐ γάρ ἐστι μικρὸς ὁ κίνδυνος, ἀπολέσαι χρήματα δεσποτικά. Εἰ γὰρ οἱ ταῦτα τὰ χρήματα ὑποδεχόμενοι, ἐπειδὰν διασκορπίσωσι τὰ πιστευθέντα, θανάτῳ κολάζονται πολλάκις· οἱ τὰ πολλῷ τιμιώτερα τούτων ὑποδεξάμενοι λόγια, εἶτα ἀπολέσαντες, ποίαν οὐχ ὑποστήσονται τιμωρίαν, Ἐπὶ μὲν τούτων τῶν χρημάτων φυλακῆς εἰσιν ὑπεύθυνοι μόνον οἱ δεχόμενοι, ἑτέρου δὲ οὐδενός. Ὅσα γὰρ ὑπεδέξαντο, τοσαῦτα αὐτοὺς καταθεῖναι πᾶσα ἀνάγκη, καὶ πλέον οὐδεὶς οὐδὲν ἀπαιτεῖται παρ' αὐτῶν· ἐπὶ δὲ τῶν τοῦ Θεοῦ λόγων οὐχὶ φυλακῆς ἐσμεν ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ ἐργασίας πολλῆς. Οὐδὲ γὰρ ἅπερ ἐδεξάμεθα μόνον ἀποδοῦναι κελευόμεθα, ἀλλὰ καὶ διπλᾶ ταῦτα τῷ ∆εσπότῃ προσενεγκεῖν. Καίτοι εἰ καὶ φυλάξαι προέκειτο μόνον, πολλῆς ἀγωνίας καὶ σπουδῆς 54.609 ἐδεῖτο τὸ πρᾶγμα· ὅταν δὲ καὶ πλεονάσαι αὐτὰ προστάττῃ ἡμῖν ὁ ∆εσπότης, ἐννόησον ὅσου πόνου καὶ φροντίδος ἡμῖν δεῖ τοῖς πιστευθεῖσι. ∆ιά τοι τοῦτο πιστευθείς τις πέντε τάλαντα, οὐχ ὅσα ἐνεπιστεύθη προσήνεγκεν, ἀλλὰ καὶ ἕτερα τοσαῦτα. Ἐκεῖνα μὲν γὰρ τῆς τοῦ δεσπότου φιλανθρωπίας ἦν· ἔδει δὲ καὶ τὸν οἰκέτην τὴν ἑαυτοῦ σπουδὴν ἐπιδείξασθαι. Ὁμοίως καὶ ὁ τὰ δύο τάλαντα πιστευθεὶς εἰργάσατο ἄλλα δύο, καὶ τούτου ἕνεκα ἠξιώθη τῆς αὐτῆς τιμῆς παρὰ τοῦ ἰδίου δεσπότου. Ἄλλος δέ τις πάλιν ἓν τάλαντον πιστευθεὶς καὶ προσενεγκὼν αὐτὸ ὅπερ ἐπιστεύθη, οὐ μειώσας, οὐκ ἐλαττώσας τὴν παρακαταθήκην, οὐκ ἐξ ἡμισείας ἀποδοὺς, ἐπειδὴ μὴ τὴν πραγματείαν ἀπεδείξατο, μηδὲ διπλοῦν προσήνεγκε τὸ πιστευθὲν, τὴν ἐσχάτην ἔδωκε δίκην· καὶ μάλα εἰκότως. Εἰ γὰρ ἐβουλόμην, φησὶν, αὐτὰ φυλάττεσθαι μόνον, καὶ ἄλλην μὴ γενέσθαι ἐμπορίαν ἐν αὐτοῖς, οὐκ ἂν αὐτὰ ταῖς τῶν δούλων ἔδωκα χερσί. Σὺ δέ μοι θέα τὴν φιλανθρωπίαν τοῦ δεσπότου. Προσήνεγκεν ὁ τὰ πέντε τάλαντα πιστευθεὶς ἄλλα πέντε, καὶ ὁ τὰ δύο, ἄλλα τοσαῦτα· καὶ τῶν αὐτῶν ἑκάτερος ἀπήλαυσεν ἀμοιβῶν. Ὥσπερ γὰρ ἐκείνῳ εἶπεν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· οὕτω καὶ τῷ τὰ δύο προσενεγκόντι φησὶν, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Ἡ πρόσοδος οὐχ ἡ αὐτὴ, καὶ ὁ μισθὸς ὁ αὐτός· οὕτω καὶ τοῦτον τῆς αὐτῆς ἠξίωσε τιμῆς. Τί δήποτε; Ὅτι οὐ τῇ ποσότητι τῶν προσενεχθέντων, ἀλλὰ τῇ δυνάμει τῶν ἐργαζομένων προσεῖχεν ὁ Θεός. Ἐκείνων μὲν γὰρ ἕκαστος τὰ κατὰ δύναμιν ἐπεδείξατο· τὸν πλεονασμὸν δὲ τῶν προσενεχθέντων καὶ τὴν ἐλάττωσιν οὐχ ἡ ῥᾳθυμία ἐκείνου, οὐδὲ ἡ σπουδὴ τούτου, ἀλλ' ἡ διαφορὰ τῆς παρακαταθήκης ἐποίησεν. Ἐκεῖνος πέντε ἔλαβε, καὶ πέντε ἄλλα προσήνεγκεν· οὗτος δύο ἔλαβε, καὶ δύο προσήνεγκε, καὶ κατ' οὐδὲν ἠλάττωται ἐν τῷ τῆς σπουδῆς λόγῳ. Καὶ γὰρ καὶ οὗτος διπλᾶ, κἀκεῖνος διπλᾶ τὰ πιστευθέντα εἰργάσατο· ὁ δὲ ἓν λαβὼν ἁπλοῦν