24
Σκυθοπόλεως. ἦν δὲ Λευίταις ἀφωρισμένη. Ῥαφακά ̣Num 33, 12 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Ῥαφιδίμ ̣Num 33, 14̣. τόπος τῆς ἐρήμου παρὰ τὸ Χωρὴβ ὄρος, ἐν ᾧ ἐκ «τῆς πέτρας» τῆς ἐν τῷ ὄρει Χωρὴβ ἐρρύησαν τὰ ὕδατα. καὶ ἐκλήθη ὁ τόπος πειρασμός. ἔνθα καὶ πολεμεῖ Ἰησοῦς τὸν Ἀμαλὴκ ἐγγὺς Φαράν. 144 Ῥαθμά ̣Num 33, 18 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. 144 Ῥεμμὼν Φάρες ̣Num 33, 19 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Ῥεσσά ̣Num 33, 21̣. σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Ῥαμώθ ̣Deut 4, 43 ̣. πόλις φυλῆς Γὰδ ἱερατική, τῶν φυγαδευτηρίων, ἐν τῇ Γαλααδίτιδι. καὶ νῦν ἐστιν ὡς ἀπὸ ιεʹ σημείων Φιλαδελφίας πρὸς δυσμάς. Ῥεκέμ ̣Num 31, 8̣. αὕτη ἐστὶν Πέτρα πόλις τῆς Ἀραβίας. ἧς ἐβασίλευσε Ῥοκόμ, ὃν ἀνεῖλον οἱ υἱοὶ Ἰσραήλ. λέγεται δὲ καὶ αὐτὸς βασιλεὺς Μαδιάμ. Ἀπὸ τοῦ Ἰησοῦ. Ῥεμμών ̣Jos. 15, 32̣. φυλῆς Συμεὼν ἢ Ἰούδα. νῦν Ῥεμμών ἐστι πλησίον Αἰλίας κώμη ἐν βορείοις ἀπὸ σημείων ιεʹ. Ῥωγήλ ̣Jos 18, 16 ̣. πηγὴ οὕτω καλουμένη. ἐν κλήρῳ Βενιαμίν. Ῥαμά ̣Jos 18, 25 ̣. φυλῆς Βενιαμίν, πόλις Σαούλ, ἀπὸ ʹ σημείων Αἰλίας εἰς βορρᾶν ἀπέναντι Βαιθήλ. μέμνηται αὐτῆς καὶ Ἱερεμίας. Ῥεκέμ ̣Jos 18, 27 ̣. φυλῆς Βενιαμίν. Ῥεμμών ̣Jos 19, 13 ̣. πέτρα Ῥεμμών. κλήρου Συμεὼν ἢ Ζαβουλών. Ῥαββώθ ̣Jos 19, 20 ̣. κλήρου Ἰσσάχαρ. ἔστιν εἰς ἔτι νῦν ἄλλη κώμη ἐν Ῥοββὼ ἐν ὁρίοις Ἐλευθεροπόλεως πρὸς ἀνατολάς. Ῥεθώμ ̣Jos 19, 21 ̣. κλήρου Ἰσσάχαρ. Ῥοώβ ̣Jos 19, 28 ̣. κλήρου Ἀσήρ, πόλις Λευίταις ἀφωρισμένη. Ῥαμά ̣Jos 19, 29̣. κλήρου Ἀσήρ, «ἕως πόλεως ὀχυρώματος Τυρίων.» Ῥαμά ̣Jos. 19, 36 ̣. κλήρου Νεφθαλείμ. Ῥεκκάθ ̣Jos. 19, 35̣. κλήρου Νεφθαλείμ. Ῥουμὰ ̣Richt. 9, 14 ̣. ἡ καὶ Ἀριμά. ἔνθα «ἐκάθισεν Ἀβιμέλεχ.» ἐν Κριταῖς. νῦν αὕτη Ῥεμφὶς λέγεται καὶ ἔστιν ἐν ὁρίοις ∆ιοσπόλεως, ἥτις ἐστὶν Ἀριμαθαία. 146 Βασιλειῶν. Ῥεμμώθ ̣I Sam 30, 26f. ̣. ἔνθα ἀπέστειλε ∆αυὶδ «τῶν σκύλων.» Ῥαχέλ ̣I Sam 30, 26. 29̣. ἔνθα ἀπέστειλε ∆αυὶδ «τῶν σκύλων.» Ῥεμμὼθ Γαλαάδ ̣I Kön 4, 13 ̣. κώμη νῦν ἐστιν ἐν τῇ Περαίᾳ παρὰ τὸν Ἰαβὸκ ποταμόν. κεῖται καὶ ἀνωτέρω. Ῥαββάθ ̣II Sam 12, 26 ̣. πόλις βασιλείας Ἀμμών. αὕτη ἐστὶν Φιλαδελφία. μέμνηται αὐτῆς καὶ Ἱερεμίας. Ῥαώς ̣II Sam 15, 32 ̣. ἔνθα ἦλθε ∆αυίδ. Ἀʹ Σʹ τὴν ἄκραν. Ῥωγελλείν ̣II Sam 17, 27̣. ὅθεν ἦν Βερσελλεὶν ὁ Γαλααδίτης. Ῥαφάειν ̣II Sam 23, 13 ̣. κοιλὰς ἀλλοφύλων κατὰ βορρᾶν Ἱερουσαλήμ. Ῥεμμάν ̣I Kön 15, 17 ̣. πόλις βασιλέων Συρίας πλησίον ∆αμασκοῦ. Ῥέθ ̣I Kön 15, 20 ̣. ταύτην ἐπάταξεν Ἀσάφ. Ῥαθέμ ̣I Kön 19, 4 ̣. Ἀʹ ἄρκευθον, Σʹ σκέπην. Ῥεμμών ̣Jes 15, 9̣. Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος». Ῥασέφ ̣Jes 37, 12 ̣. πόλις Συρίας. Ῥαφέθ ̣Jes 37, 12 ̣. πόλις «ἐν χώρᾳ Θαιμὰν» τῶν Ἀσσυρίων. ἐν Ἡσαΐᾳ. Ῥεβλά ̣II Kön 23, 33̣. ἐν γῇ Αἰμάθ, ἔνθα Φαραὼ μετέστησεν Ἰωάχαζ. Ῥεμμά ̣Amos 4, 3?̣. ὄρος ἐν Ἡσαΐᾳ. Ἀʹ ὄρος Ἐρμωνά, Σʹεἰς Ἀρμενίαν. ἔστι δὲ καὶ κώμη Ἒν Ῥεμμοῦς ἐν τῷ ∆αρωμᾷ. ἐν δὲ Βασιλείαις Ῥεμμὰν οἶκος εἰδώλου ∆αμασκοῦ. Ῥεβλαθά ̣II Kön 25, 6 ̣. χώρα Βαβυλωνίων. Ῥαμαδέ ̣Zach 14, 10 ̣. Ἀʹ ὑψωθήσεται. ἐν Ζαχαρίᾳ. ἔστι δὲ 148 καὶ Ῥαμᾶ τοῦ Βενιαμὶν περὶ τὴν Βηθλεέμ, ἔνθα «φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη». Ῥινοκόρουρα ̣Jes 27, 12 ̣. Ἡσαΐας. πόλις Αἰγύπτου. Στοιχεῖον Σ. Ἀπὸ τῆς Γενέσεως. Σιδών ̣Gen 10, 15̣. πόλις ἐπίσημος Φοινίκης. ὅριον δὲ ἦν τὸ παλαιὸν τῶν Χαναναίων βόρειον, ὕστερον δὲ τῆς Ἰουδαίας, ἐπεὶ καὶ αὕτη γέγονε τῆς κληρονομίας τοῦ Ἰσραήλ. φυλὴ γοῦν Ἀσὴρ κεκλήρωτο, ἀλλ' «οὐκ ἐξῆρεν» αὐτῆς τοὺς ἀλλοφύλους ἡ φυλὴ Ἀσήρ, φησὶν ἡ γραφή. Σενναάρ ̣Gen 11, 2ff. ̣. πεδίον Βαβυλῶνος, ἔνθα ὁ πύργος ᾠκοδομήθη. ἀφ' ἧς «ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευῆ». μέμνηται δὲ αὐτῆς καὶ Ἰώσιππος λέγων οὕτως ἐν τῇ πρώτῃ τῆς ἀρχαιολογίας· «περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σενναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος λέγων οὕτως· τῶν δὲ ἱερέων τοὺς διασωθέντας, τοῦ Ἐνυαλίου ∆ιὸς ἱερώματα λαβόντας, εἰς Σενναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν». 150 Συχὲμ ̣Gen 12, 6 ̣ ἡ καὶ Σίκιμα ἢ καὶ Σαλήμ. πόλις Ἰακὼβ νῦν ἔρημος. δείκνυται δὲ ὁ τόπος ἐν προαστείοις Νέας πόλεως, ἔνθα καὶ ὁ τάφος δείκνυται τοῦ Ἰωσήφ, καὶ παράκειται. καθεῖλεν δὲ αὐτὴν Ἀβιμέλεχ «καὶ