24
ΡΓʹ. ∆εύτερον δὲ ἡ ἐμὴ φροντὶς, τὸ ἐμὸν ἔργον, ἡ τῶν ἱερῶν γονέων πολιὰ καὶ ἀσθένεια, ἐπ' ἐποὶ πλέον ἢ τῷ χρόνῳ καμνόντων, Ἀβραὰμ τοῦδε τοῦ πατριάρ χου, τῆς τιμίας ἐμοὶ κεφαλῆς καὶ μετ' ἀγγέλων 35.504 ἀριθμουμένης, καὶ Σάῤῥας, τῆς καὶ πνευματι κῶς ὠδινούσης ἡμᾶς ἐν τῇ διδασκαλίᾳ τῆς πίστεως, ὧν γενέσθαι βακτηρία τῷ γήρᾳ, καὶ ὑπερείδειν τὴν ἀσθένειαν, τῶν πρώτων εὐχὴν εὐξάμενος, καὶ μέντοι καὶ πληρώσας ταύτην, ὁπόση δύναμις· ὡς καὶ φιλοσοφίας ὑπεριδεῖν αὐτῆς, τοῦ πάντων ἐμοὶ τιμιω τάτου κτήματος καὶ ὀνόματος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, τὸ μὴ φιλοσοφεῖν δόξαι πρῶτον φιλοσο φήσας, οὐκ ἤνεγκα διαπεσεῖν μοι τὸν μόχθον ἐκ μιᾶς ὑποθέσεως, οὐδὲ καταλυθῆναι τὴν εὐλογίαν, ἣν καὶ κλέψαι τις ἤδη τῶν πάλαι ὁσίων λέγεται, βρώ ματι τὸν πατέρα καὶ τριχῶν πλάσματι σοφισάμενος, καὶ τὸ καλὸν οὐ καλῶς δι' ἐπιβουλῆς θηρασάμε νος. ∆ύο μὲν δὴ ταῦτα τῆς ἐμῆς ἥττης καὶ ἡμερότη τος αἴτια. Καὶ ἴσως οὐκ ἄτοπον, ἀμφοτέροις ἐκεί νοις εἶξαι καὶ ὑποχωρῆσαι τοὺς λογισμοὺς, ἐπεὶ καὶ τοῦ νικᾶσθαι καιρὸς, ὥσπερ οἶμαι καὶ παν τὸς πράγματος· καὶ κρεῖττον ἡττᾶσθαι καλῶς ἢ νικᾷν ἐπισφαλῶς καὶ ἀθέσμως.
Ρ∆ʹ. Τρίτον δὲ ὃ καὶ μέγιστον, καὶ δὴ τοῦτο εἰπὼν ἔτι, τὰ λοιπὰ σιωπήσομαι. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ πρός τινα τῶν παλαιῶν ἱστοριῶν ἀνα δραμὼν, ἐκεῖθεν εἵλκυσα συμβουλὴν ἐμαυτῷ πρὸς τὰ παρόντα· μὴ γὰρ εἰκῆ ταῦτα συγγεγράφθαι νομίζωμεν, μηδὲ ὄχλον ἄλλως εἶναι ῥημάτων τε καὶ πραγμάτων, ψυχαγωγίας ἕνεκα τῶν ἀκουόντων συγκείμενα, καὶ οἷον ἀκοῆς τι δέλεαρ μέχρι τῆς ἡδονῆς ἱστάμενον. Ταῦτα μὲν παιζόντων μῦθοι καὶ Ἕλληνες, οἳ, τῆς ἀληθείας ὀλίγα φροντί ζοντες, τῷ κομψῷ τῶν πλασμάτων καὶ τῷ λίχνῳ τῶν λέξεων καὶ ἀκοὴν καὶ ψυχὴν γοητεύουσιν.
ΡΕʹ. Ἡμεῖς δὲ, οἱ καὶ μέχρι τῆς τυχούσης κε ραίας καὶ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρί βειαν ἕλκοντες, οὔποτε δεξόμεθα, οὐ γὰρ ὅσιον, οὐδὲ τὰς ἐλαχίστας πράξεις εἰκῆ σπουδασθῆναι τοῖς ἀναγράψασι, καὶ μέχρι τοῦ παρόντος μνήμῃ διασω θῆναι· ἀλλ' ἵν' ἡμεῖς ἔχωμεν ὑπομνήματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων, εἴ ποτε συμπέσοι και 35.505 ρὸς, διασκέψεως· ὥστε τὰ μὲν φεύγειν, τὰ δὲ αἱρεῖσθαι, οἷον κανόσι τισὶ καὶ τύποις, τοῖς προλαβοῦσιν ἑπόμενοι παραδείγμασι.
Ρςʹ. Τίς οὖν ἡ ἱστορία καὶ πόθεν ἡ συμβουλή; οὐδὲ γὰρ χεῖρον ἴσως ἀσφαλείας ἕνεκεν τῶν πολλῶν διελθεῖν. Ἔφευγε καὶ Ἰωνᾶς ἀπὸ προσώπου τοῦ Θεοῦ, μᾶλλον δὲ φεύγειν ᾤετο· ἀλλὰ κατε λήφθη πελάγει, καὶ χειμῶνι, καὶ κλήρῳ, καὶ γαστρὶ κήτους, καὶ τριημέρῳ ταφῇ, τύπον ἐχούσῃ μυστηρίου μείζονος. Ἀλλ' ἐκεῖνος μὲν, ἵνα μὴ τὴν σκυθρωπὴν καὶ ἄτοπον ἀγγελίαν ἀγγείλῃ τοῖς Νινευΐταις, καὶ μετὰ τοῦτο ψεύστης ἁλῷ, σωθείσης τῇ μετανοίᾳ τῆς πόλεως· οὐ γὰρ τῇ σωτηρίᾳ τῶν πονηρῶν ἐδυσχέραινεν, ἀλλὰ τὴν διακονίαν τοῦ ψεύδους ᾐσχύνετο, καὶ οἷον ἐζηλοτύπει τῆς προφη τείας τὸ ἀξιόπιστον, ὅπερ ἐν αὐτῷ καταλυθῆναι κίνδυνος ἦν, οὐ δυναμένων τῶν πολλῶν συνιδεῖν τῆς τοῦ Θεοῦ περὶ ταῦτα οἰκονομίας τὸ βάθος.
ΡΖʹ. Ὡς δὲ ἐγώ τινος ἤκουσα σοφοῦ περὶ ταῦτα ἀνδρὸς, οὐκ ἀτόπως βοηθοῦντος τῷ φαινομένῳ τῆς ἱστορίας ἀτόπῳ, καὶ ἱκανοῦ καταλαβεῖν ἀνδρὸς προφήτου βαθύτητα, οὐδὲ ταῦτα ἦν ἃ τὸν μακάριον Ἰωνᾶν ἐποίει φυγάδα, καὶ εἰς Ἰόππην ἤγαγε, καὶ ἐξ Ἰόππης ἀνήγαγεν ἐπὶ Θαρσεὶς, πελάγει πιστεύσαντα τὴν ἑαυτοῦ κλοπήν· οὔτε γὰρ ἀγνοεῖν τοῦ Θεοῦ τὴν ἐπίνοιαν, προφήτην γε ὄντα, εἰκὸς αὐτὸν ἦν· ὅτι διὰ τῆς ἀπειλῆς, τὸ μὴ παθεῖν τὰ τῆς ἀπει λῆς Νινευΐταις ἐπραγματεύετο κατὰ τὴν μεγάλην αὐτοῦ σοφίαν, καὶ κατὰ τὰ ἀνεξερεύνητα αὐτοῦ κρίματα, καὶ τῶν ὁδῶν αὐτοῦ τὸ ἀνεξιχνίαστόν τε καὶ ἀκατάληπτον· οὔτ', εἴπερ ἠπίστατο, μὴ ἀκολου θῆσαι Θεῷ, δι' οὗ περ ἐβούλετο τρόπου τὴν σωτηρίαν ἐκείνοις μηχανωμένῳ. Τὸ δὲ δὴ καὶ οἴεσθαι, ὡς ἀποκρύψειν ἑαυτὸν τῷ πελάγει ἤλπισεν Ἰωνᾶς, καὶ τὸν μέγαν ὀφθαλμὸν τοῦ Θεοῦ διαλήσεσθαι τῇ φυγῇ, μὴ καὶ παντελῶς