24
{Γ.} Οὐκοῦν, εἶπον, οὐχ ἡ θεία κρίσις, ὡς ἔοικε, κατὰ τὸ προηγούμενον, τοῖς ἐξημαρτηκόσιν ἐπάγει τὴν κόλασιν, ἀλλὰ τὸ μὲν ὡς ὁ λόγος ἀπέδειξεν, ἀγαθὸν ἐνεργεῖ μόνον τοῦ κακοῦ ἀποκρίνουσα, καὶ πρὸς τὴν τῆς μακαριότητος κοινωνίαν ἐπισπωμένη· ὁ δὲ τῆς συμφυΐας διασπασμὸς ὀδύνη τῷ ἑλκομένῳ γίνε.
{Μ.} Οὕτω, φησὶν ἡ διδάσκαλος, καὶ ὁ ἐμός ἐστι λόγος, καὶ ὅτι μέτρον τῆς ἀλγηδόνος ἡ τῆς κακίας ἐν ἑκάστῳ ποσότης ἐστίν. Οὐ γὰρ εἰκὸς ἐκ τοῦ ἴσου τὸν εἰς τοσοῦτον ἐν ἀπηγορευμένοις γεγονότα κακοῖς, καὶ τὸν μετρίοις συνενεχθέντα πλημμελήμασιν, ἐν τῇ κρίσει τῆς μοχθηρᾶς ἕξεως ἀνιαθῆναι. Ἀλλὰ παρὰ τὸ ποσὸν τῆς ὕλης, ἢ πλεῖον ἢ ἔλαττον ἡ ὀδυνηρὰ ἐκείνη φλὸξ ἐξαφθήσεται, ὡς ἂν τὸ ὑπο τρέφον ᾖ. Ὧ τοίνυν πολὺς ὁ ὑλώδης ἔπεστι φόρτος, πολλὴν ἀνάγκη καὶ διαρκεστέραν ἐπ' αὐτῷ γί νεσθαι τὴν ἀναλίσκουσαν φλόγα· ᾧ δὲ ἐπ' ἔλαττον ἡ τοῦ πυρὸς δαπάνη ἐγκαταμέμικται, τοσοῦτον ὑποκα ταβαίνει τῆς σφοδροτέρας τε καὶ δριμυτέρας ἐνεργείας 46.101 ἡ κόλασις, ὅσον ἠλάττωται τῷ τῆς κακίας μέτρῳ τὸ ὑποκείμενον. Χρὴ γὰρ πάντη καὶ πάντως ἐξαιρεθῆ ναί ποτε τὸ κακὸν ἐκ τοῦ ὄντος, καὶ ὅπερ ἐν τοῖς φθάσασιν εἴρηται, τὸ ὄντως μὴ ὂν, μηδ' εἶναι ὅλως. Ἐπειδὴ γὰρ ἔξω τῆς προαιρέσεως ἡ κακία εἶναι φύσιν οὐκ ἔχει, ὅταν πᾶσα προαίρεσις ἐν τῷ Θεῷ γένηται, εἰς παντελῆ ἀφανισμὸν ἡ κακία μὴ χωρήσει. τῷ μηδὲν αὐτῆς ὑπολειφθῆναι δοχεῖον. {Γ.} Ἀλλὰ τί κέρδος τῆς χρηστῆς ἐλπίδος, εἶ πον ἐγὼ, τῷ λογιζομένῳ ὅσον ἐστὶ κακὸν καὶ ἐνιαυ σιαίαν μόνην ὑποσχεῖν ἀλγηδόνα, εἰ δ' εἰς αἰώ νιόν τι διάστημα ἡ ἄσχετος ἐκείνη ὀδύνη παραταθείη, τίς ἐκ τῆς ὕστερον ἐλπίδος ὑπολέλειπται πα ραμυθία, ᾧ πρὸς ὅλον αἰῶνα συνδιαμετρεῖται ἡ κό λασις;
{Μ.} Ὥστε προνοητέον ἢ καθόλου τῶν τῆς κακίας μολυσμάτων φυλάξαι τὴν ψυχὴν ἀμιγῆ τε καὶ ἀκοινώνητον· ἢ εἰ τοῦτο πάντη ἀμήχανον διὰ τὸ ἔμπαθες τῆς φύσεως ἡμῶν, ὡς ὅτι μάλιστα ἐν μετρίοις τισὶ καὶ εὐθεραπεύτοις εἶναι τὰ τῆς ἀρετῆς ἀποτεύγματα. Οἶδε γὰρ ἡ εὐαγγελικὴ διδα σκαλία καὶ μυρίων ὀφειλέτην τινὰ ταλάντων, καὶ πεντακοσίων δηναρίων, καὶ πεντήκοντα, καὶ κο δράντου τινὸς, ὅπερ τὸ ἔσχατόν ἐστιν ἐν νομίσμασι· τὴν δὲ τοῦ Θεοῦ δικαίαν κρίσιν διὰ πάν των διεξιέναι, καὶ τῷ βάρει τοῦ ὀφλήματος συνεπι τείνουσαν τὴν ἀνάγκην τῆς ἀπαιτήσεως, καὶ οὐδὲ τῶν σμικροτάτων ὑπερορῶσαν. Τὴν δὲ ἀπόδοσιν τῶν ὀφλημάτων τὸ Εὐαγγέλιον εἶπεν οὐκ ἐκ χρημάτων διαλύσεως γίνεσθαι, ἀλλὰ παραδίδοσθαι τοῖς βασανι σταῖς τὸν ὑπόχρεων, ἕως ἂν, φησὶν, ἀποδῷ πᾶν τὸ ὀφειλόμενον· ὅπερ οὐδὲν ἕτερόν ἐστιν, ἢ διὰ τῆς βα σάνου τὴν ἀναγκαίαν ὀφειλὴν ἀποτίσαι, τὸ ὄφλημα τῆς τῶν λυπηρῶν μετουσίας, ὧν παρὰ τὸν βίον ὑπό χρεως ἐγένετο, ἀμιγῆ τε καὶ ἄκρατον τοῦ ἐναντίου τὴν ἡδονὴν ὑπὸ ἀβουλίας ἑλόμενος, καὶ οὕτως, ἅπαν ἀποθέμενος τὸ ἀλλότριον ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ἁμαρ τία, καὶ τὴν ἐκ τῶν ὀφλημάτων αἰσχύνην ἀποδυσάμε νος, ἐν ἐλευθερίᾳ τε καὶ παῤῥησίᾳ γένηται. Ἡ δ' ἐλευ θερία ἐστὶν ἡ πρὸς τὸ ἀδέσποτόν τε καὶ αὐτοκρατὲς ἐξομοίωσις, ἡ κατ' ἀρχὰς μὲν ἡμῖν παρὰ Θεοῦ δεδωρημένη, συγκαλυφθεῖσα τῇ τῶν ὀφλημάτων αἰσχύ νῃ. Πᾶσα δ' ἐλευθερία μία τίς ἐστι τῇ φύσει καὶ πρὸς ἑαυτὴν οἰκείως ἔχει. Ἀκολούθως οὖν πᾶν τὸ ἐλεύ θερον τῷ ὁμοίῳ συναρμοσθήσεται· ἀρετὴ δὲ ἀδέσπο 46.104 τον. Οὐκοῦν ἐν ταύτῃ γενήσεται πᾶν τὸ ἐλεύθερον, ἀδέσποτον γὰρ τὸ ἐλεύθερον. Ἀλλὰ μὴν ἡ θεία φύσις ἡ πηγὴ πάσης ἐστὶ τῆς ἀρετῆς. Ἐν ταύτῃ ἄρα οἱ τῆς κακίας ἀπηλ λαγμένοι γενήσονται, ἵνα, καθώς φησιν ὁ Ἀπόστολος, ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Αὕτη γὰρ ἡ φωνὴ σαφῶς μοι δοκεῖ βεβαιοῦν τὴν προεξητασμένην διάνοιαν, ἡ λέγουσα, καὶ εἰς πάντα γενέσθαι τὸν Θεὸν, καὶ ἐν πᾶσι. Τῆς γὰρ ἐν τῷ παρόντι ζωῆς ποικίλως τε καὶ πολυειδῶς ἡμῖν ἐνεργουμένης, πολλὰ μέν ἐστιν ὧν μετέχομεν, οἷον χρόνου καὶ ἀέρος καὶ τόπου, βρώ σεώς τε καὶ πόσεως, καὶ σκεπασμάτων, καὶ ἡλίου, καὶ λύχνου, καὶ ἄλλων πρὸς τὴν χρείαν τοῦ βίου πολλῶν, ὧν οὐδέν ἐστιν ὁ Θεός· ἡ δὲ προσδοκωμένη μακαριότης μὲν οὐδενός ἐστιν ἐπιδεὴς, πάντα δὲ ἡμῖν καὶ ἀντὶ