1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

24

προσήνεγκε· διὸ καὶ ἐκολάζετο. βʹ. Ἠκούσατε τοίνυν πόση τιμωρία κεῖται τοῖς μὴ πραγματευομένοις περὶ τὰ χρήματα τὰ δεσποτικά; Οὐκοῦν καὶ φυλάξωμεν, καὶ πραγματευσώμεθα, καὶ πολλὴν ἐπιδειξώμεθα περὶ αὐτὰ τὴν ἐμπορίαν. Μὴ λεγέτω τις· Ἰδιώτης εἰμὶ, μαθητής εἰμι, λόγον οὐκ ἔχω διδασκαλίας, ἀμαθὴς ὢν καὶ οὐδενὸς ἄξιος. Κἂν γὰρ ἰδιώτης ᾖς, κἂν ἀμαθὴς, κἂν ἓν τάλαντον πιστευθῇς, ἐργάζου τὸ ἐγχειρισθὲν, καὶ τὸν αὐτὸν τῷ διδάσκοντι λήψῃ μισθόν. Ἀλλ' ὅτι μὲν φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας κατέχετε, πάνυ πεπίστευκα· ἵνα δὲ μὴ εἰς τοῦτο τὸν λόγον ἅπαντα ἀναλώσωμεν, φέρε καὶ τὰ ἑξῆς τῶν χθὲς ἡμῖν λεχθέντων προσθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τοῦτον τῆς φυλακῆς ὑμῖν ἀποδιδόντες τὸν μισθόν. Ὁ γὰρ τὰ πρότερα πιστευθεὶς καὶ τηρήσας, ἄξιος ἂν εἴη καὶ ἕτερα πάλιν λαβεῖν. Τί οὖν ἦν τὸ διήγημα τὸ χθὲς ἡμῖν προτεθέν; Περὶ τοῦ ξύλου ὁ λόγος ἦν, καὶ ἐδείξαμεν ὅτι ᾔδει ὁ ἄνθρωπος τὸ καλὸν καὶ τὸ πονηρὸν, πρὶν ἢ φαγεῖν ἀπὸ τοῦ ξύλου, καὶ πολλῆς σοφίας ἐπεπλήρωτο, ἀφ' ὧν ἐπέθηκε τὰ ὀνόματα τοῖς θηρίοις, ἀφ' ὧν ἐπέγνω τὴν γυναῖκα τὴν ἑαυτοῦ, ἀφ' ὧν εἶπε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν 54.610 ὀστέων μου· ἀφ' ὧν περὶ τοῦ γάμου διελέχθη καὶ περὶ παιδοποιίας, καὶ συζυγίας καὶ πατρὸς καὶ μητρὸς, ἀφ' ὧν ἐντολὴν ἔλαβεν. Οὐδὲ γὰρ ἐντολὴν δίδωσί τις καὶ νόμον τοῦ πρακτέου καὶ τοῦ μὴ πρακτέου τῷ τὸ καλὸν καὶ πονηρὸν ἀγνοοῦντι. Σήμερον ἀναγκαῖον εἰπεῖν, τίνος ἕνεκεν, εἰ μὴ παρὰ τοῦ ξύλου τὴν γνῶσιν ὁ ἄνθρωπος ἔλαβε, γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον εἴρηται· οὐ γὰρ μικρὸν τὸ μαθεῖν, διὰ τί ταύτην τὴν προσηγορίαν ἔχει καὶ ξύλον. Καὶ γὰρ ὁ διάβολος εἶπεν· Ἧ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Πῶς οὖν σὺ λέγεις, φησὶν, ὅτι οὐκ ἐνέθηκε γνῶσιν καλοῦ καὶ πονηροῦ; Τίς γὰρ, εἰπέ μοι, ἐνέθηκεν; ἆρα ὁ διάβολος; Ναὶ, φησὶν, εἰπών· Ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Εἶτα τοῦ ἐχθροῦ μοι φέρεις τὴν μαρτυρίαν καὶ τοῦ ἐπιβούλου; Καίτοι οὗτος εἶπεν, ὅτι Καὶ θεοὶ ἔσεσθε· ἆρα οὖν καὶ θεοὶ ἐγένοντο; Ὥσπερ οὖν οὐκ ἐγένοντο θεοὶ, οὕτως οὔτε γνῶσιν καλοῦ καὶ πονηροῦ τότε ἔλαβον. Ψευστὴς γάρ ἐστιν ἐκεῖνος, καὶ οὐδὲν ἀληθὲς φθέγγεται. Ἐν γὰρ τῇ ἀληθείᾳ, φησὶν, οὐχ ἕστηκε. Μὴ δὴ τοῦ ἐχθροῦ παραγάγωμεν τὴν μαρτυρίαν, ἀλλ' ἴδωμεν ἀπ' αὐτῶν τῶν πραγμάτων, τίνος ἕνεκεν, γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον. Καὶ πρότερον, εἰ δοκεῖ, τί ποτέ ἐστι καλὸν καὶ πονηρὸν ἐπισκεψώμεθα. Τί οὖν ἐστι καλόν; Ἡ ὑπακοή. Τί δὲ πονηρόν; Ἡ παρακοή. Καὶ τέως ἡμῖν, ἵνα μὴ πλανώμεθα περὶ τὴν φύσιν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, ἀπὸ τῶν Γραφῶν ταῦτα διακριβούσθω. Ὅτι γὰρ τοῦτό ἐστι τὸ καλὸν καὶ πονηρὸν, ἄκουσον τί φησιν ὁ προφήτης· Τί καλὸν, καὶ τί Κύριος ὁ Θεὸς ἐκζητεῖ παρὰ σοῦ; Εἰπὲ τί καλόν. Ἀγαπᾷν Κύριον τὸν Θεόν σου. Ὁρᾷςὅτι ἡ ὑπακοὴ καλόν; ἐκ γὰρ τῆς ἀγάπης ἡ ὑπακοή. Καὶ πάλιν· ∆ύο πονηρὰ, φησὶν, ἐποίησεν ὁ λαός μου οὗτος· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Ὁρᾷς ὅτι πονηρὸν ἡ παρακοὴ καὶ ἡ ἐγκατάλειψις; Τέως οὖν τοῦτο τηρῶμεν, ὅτι καλὸν ἡ ὑπακοὴ, καὶ πονηρὸν ἡ παρακοὴ, καὶ οὕτως εἰσόμεθα κἀκεῖνο. Καὶ γὰρ διὰ τοῦτο γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον, ἐπειδὴ ἡ ἐντολὴ, ἡ γυμνάζουσα τὴν ὑπακοὴν καὶ τὴν παρακοὴν, περὶ τὸ ξύλον ἐγένετο. Ἤδει μὲν γὰρ καὶ πρὸ τούτου ὁ Ἀδὰμ, ὅτι καλὸν μὲν ἡ ὑπακοὴ, πονηρὸν δὲ ἡ παρακοή· ἔμαθε δὲ ὕστερον σαφέστερον δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ὥσπερ γὰρ καὶ ὁ Κάϊν ᾔδει μὲν ὅτι κακὸν ἡ ἀδελφοκτονία καὶ πρὶν ἢ σφάξαι τὸν ἀδελφὸν αὐτοῦ· ὅτι γὰρ ᾔδει πονηρὸν ὂν τὸ πρᾶγμα, ἄκουσόν τί φησι· ∆εῦρο, ἐξέλθωμεν εἰς τὸ πεδίον. Καίτοι τίνος ἕνεκεν ἕλκεις εἰς τὸ πεδίον ἀπὸ τῶν πατρικῶν ἀποσπάσας ἀγκαλῶν