1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

24

πλευρὰς ἑστῶτες τοῦ ∆ανιὴλ, ὥσπερ ἐν θείῳ τινὶ καὶ φρικτῷ δικαστηρίῳ τοῦτο ποιοῦντες· οὕτως οὐκ ἐτόλμησαν διορύξαι τὰς πλευρὰς τοῦ δικαίου. Οὐ γὰρ ἤκουσαν ἐπιτάγματος δικαστοῦ. Ἐπειδὴ δὲ τοὺς ἄλλους ἔβα λον, ἐπιτάξαντος τοῦ Θεοῦ, διέφθειραν, Καὶ τὰ ὀστᾶ αὐτῶν, φησὶ, ἐλέπτυναν. Τίς ἐχαλίνου αὐτῶν τὰ στόματα; τίς τροφῆς παρακειμένης ἀποσχέσθαι ἐκέ λευσεν; ποῖος οὕτω φιλόσοφος ἐγκρατὴς, ὡς λιμοῦ κελεύοντος, καὶ τῆς λύσεως τοῦ λιμοῦ παρούσης, μὴ ἂν θελῆσαι λῦσαι τὸ δεινόν; Πάλιν διαγράμματα, πάλιν κήρυγμα θεῖον, πάλιν ἡ διὰ τῶν ἔργων μαρ τυρία.

ΚΕΦΑL. Ζʹ.

Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλ δαίων, ∆ανιὴλ ἐνύπνιον εἶδεν·

καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐν ύπνιον ἔγραψεν. Ἀρχὴ λόγων αὐτοῦ. Καὶ ἀπο κριθεὶς εἶπεν· Ἐγὼ ∆ανιὴλ ἐθεώρουν ἐν τῇ ὁράσει μου τῆς νυκτός· καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν με 56.229 γάλην. Καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινεν ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων. Τὸ πρῶτον, ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῆς ὡσεὶ ἀετοῦ. Ἐθεώ ρουν ἕως οὗ ἐξετίλαντο τὰ πτερὰ αὐτῆς, καὶ ἐξ ήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστά θη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Καὶ ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστά θη· καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς, ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς. Καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστα, φάγε σάρκας πολλάς. Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῷ. Ὀπίσω τούτου ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ θηρίον τέταρτον, φοβερὸν, καὶ ἔκθαμβον, καὶ ἰσχυρὸν περισσῶς· καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ μεγάλοι· ἐσθίον, καὶ λεπτῦνον· καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶ συν επάτει· καὶ αὐτὸ διαφέρον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ κέρατα αὐτοῦ δέκα. Προσενόουν τοῖς κέρασιν αὐτοῦ· καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβαινεν ἐν τῷ μέσῳ αὐ τοῦ, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξ εῤῥιζώθη ἀπὸ προσώπου αὐτοῦ. Καὶ ἰδοὺ ὀφθαλ μοὶ, ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα. Τίνος ἕνεκεν οὐχὶ γυναῖκας εἶπεν ὅτι εἶδεν; Ἀλλ' ὅτε μὲν δίκην καὶ ἀρὰν ἔδει παραστῆσαι, γυναῖκας παρήγαγεν· ὅτε δὲ βασιλείας, θηρία. Πρᾶγμά ἐστιν ἡ βασιλεία, σωματοποιεῖ οὖν αὐτό. Οὐκ οὖν ἐχρῆν; Καὶ καλῶς. Ἀλλ' ἐπειδὴ αἱ ποιότητες αὐτῶν μάλιστα ἐν τοῖς θη ρίοις εἰσὶ, διὰ τοῦτο αὐτῶν ἐδεήθη. Ἐβουλήθη δεῖξαι τὸ ἐν ἀγριότητι ἁβρὸν, καὶ λέαιναν παρήγαγεν. Ἐβουλήθη δεῖξαι τὸ νωθὲς, καὶ ἄρκον παρήγαγεν. Ἐβουλήθη δεῖξαι τὸ ταχὺ καὶ κοῦφον, καὶ ἐπειδὴ πολέμοις κατέλυσαν ἅπαντες τὰς ἀρχάς· καὶ πάρδα λιν παρήγαγε. Καὶ ὅρα ὅπως καλῶς ἐθεώρησε τὴν θάλασσαν πρῶτον, πᾶσαν τὴν οἰκουμένην. Τοσαύτης γὰρ γέμει ταραχῆς, καὶ οὕτω φέρεται, ὡς ἰχθύων, οὐχὶ ἀνθρώπων πεπληρωμένη. Τοῦτο καὶ ὁ Χριστὸς δηλοῖ, ὅτι θάλασσα ὁ παρὼν βίος ἐστὶν, ἐν τῷ λέγειν· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βλη θείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγούσῃ. Καὶ ἰδοὺ, φησὶ, οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν μεγάλην. ∆ηλοῖ ὅτι ἐκεῖθεν τὰ θηρία, [καὶ] τὸ ταχὺ τῆς τοῦ Θεοῦ προνοίας. Καὶ γὰρ ἡμεῖς ἐπὶ τῆς τα χυτῆτος τοὺς ἀνέμους παράγομεν εἰς μέσον. Ἐνέπε σαν εἰς τὴν θάλασσαν· καὶ ἀνέδυ, φησὶ, τὰ θηρία ἀπὸ τῆς θαλάσσης. Καὶ γὰρ ἀπὸ τῆς φύσεως τῆς ἡμετέρας οἱ ἄρχοντες ἡμῶν. Οὕτω καὶ τὸν βασιλέα λέοντα καλεῖ πολλάκις, τὸ βασιλικὸν ὁμοῦ καὶ θη ριῶδες δεῖξαι βουλόμενος. Ἢ ἐπειδὴ ὁ μὲν ἀνατολι κώτερος, ὁ δὲ ἐξ ἄρκτου, ὁ δὲ ἀπὸ νότου. Ὡς ἂν εἴποι τις, Ἀνέτρεψε τὴν θάλασσαν, ἀνετάραξαν ἐκ τοῦ οὐ ρανοῦ ∆ιαφέροντα ἀλλήλων. Τὸ πρῶτον ὡσεὶ λέαινα. Καθάπερ ἐν ὀνείρῳ· οὐ γὰρ αὕτη τῶν πρα γμάτων ἡ φύσις ἦν. ∆ιὰ δύο