24
Ro+m 11,1 Ἐπειδὴ τοῦ τε νόμου τὸ χρήσιμον ἀπὸ τῶν πεπιστευκότων ἔδειξε καὶ τῇ πρὸς τὰς ἀντιρρήσεις ἀποκρίσει τὴν κατὰ τῶν ἠπιστηκότων κατηγορίαν ἐπέτεινεν ὡς οὐδεμίαν τῇ ἑαυτῶν κακίᾳ διαβολὴν τῷ νόμῳ φερόντων, ἀπολογεῖται λοιπὸν καὶ περὶ τοῦ μηδὲν ἐπὶ διαβολῇ τῆς τοῦ Ἀβραὰμ συγγενείας εἰρηκέναι διὰ τῆς κατὰ τῶν ἠπιστηκότων μέμψεως. ἆρα γάρ, φησί, τοῦ μὲν νόμου τὴν οἰκονομίαν θαυμαστήν τινα εἶναι νενόμικα, τὴν συγγένειαν δὲ τοῦ Ἀβραὰμ ἐν τοῖς λόγοις ἀδόκιμον οὖσαν δείκνυμι; μὴ γένοιτο· τίς δὲ τοῦ με ταῦτα λέγειν ἡ ἀπόδειξις; καὶ γὰρ ἐγώ, φησίν, Ἰσραηλίτης εἰμὶ καὶ τὰ ἑξῆς. εἶχεν μὲν εἰπεῖν πολλοὺς ἐκ τοῦ γένους πεπιστευκότας Χριστῷ, ἀλλὰ πρὸς τὸ λέγω οὖν τοῦτο ἦν οἰκειότερον τὸ καθ' ἑαυτὸν εἰπεῖν· πῶς γὰρ οἷόν τε ἦν 154 ἐπὶ τῇ πίστει σεμνυνόμενον καὶ περὶ ταύτης διδάσκειν <μὴ> ὑπισχνού μενον ἑτέρους; καλῶς δὲ οὐ τὸν προπάτορα μόνον εἶπεν, ἀλλὰ καὶ τὸν φύλαρχον, ὥστε δεῖξαι ὅτι οὐ πλάττεται τὴν οἰκειότητα. Ro+m 11,2-5 Ἐπιλέλησθε, φησί, τῶν κατὰ τὸν Ἠλίαν, ὡς ἔοικεν, ὅπως ὁ μὲν ᾐτιᾶτο τὸν Ἰσραὴλ τῆς ἐπὶ τὸ χεῖρον ἐκτροπῆς ὀκνῶν ἀποστέλλεσθαι ἔτι πρὸς τοὺς οὕτως ἀγνώμονας, ἀπεκρίνατο δὲ αὐτῷ ὁ θεὸς ἑπτα κισχιλίους ἔχειν τοὺς ἔτι τῆς αὐτοῦ γνώσεως ἐπιμελουμένους καὶ μὴ πρὸς τὸ χεῖρον νεύσαντας, διὰ τούτου προτρέπων αὐτὸν ἔχεσθαι τοῦ τῆς διδασκαλίας ἔργου, ὡς ἂν οὐκ εἰς μάτην πονοῦντα τοῦ λοιποῦ· καὶ ὅτι θεὸς ἀρκεῖν ἡγήσατο, εἰ ἀπὸ παντὸς τοῦ δήμου τῶν Ἰουδαίων ἑπτακισχίλιοι τῇ τῶν προφητῶν διδασκαλίᾳ ἐπὶ τῆς εὐσεβείας μένοιεν, ὥστε οὐδὲν ἀπεικὸς πλείονας εἶναι καὶ νῦν τοὺς οὐ βουλομένους τοῖς περὶ τῆς εὐσεβείας λεγομένοις πείθεσθαι. οὐ μὴν ταῖς περὶ τὸ γένος ἐπαγγελίαις τοῦ θεοῦ διαβολήν τινα φέρει τὸ γιγνόμενον· τοῦ μὲν γὰρ τὸ χρήσιμον ἐν τοῖς πιστεύουσι διαδείκνυται, ἡ δέ γε τῶν λοιπῶν ἀπιστία ἔλεγχον ἔχει τῆς αὐτῶν κακίας, εἰ μηδὲν ὄφελος ἀπὸ τῆς τοσαύτης κηδεμονίας ἐδέξαντο. Ro+m 11,7 Τινὲς ὑπὸ πολλῆς τῆς ἀνοίας οὕτως ἀνέγνωσαν· τί οὖν ἐπιζητεῖ Ἰσραήλ; συνάψαντες τούτῳ τὸ ὃ οὐκ ἐπέτυχεν, ἔτι καὶ τὰς λέξεις τὰς ἀποστολικὰς ἀφανίσαντες ἵνα τὴν ἑαυτῶν ἱστάναι δόξωσιν ἄνοιαν, καὶ τὸ ὃ ὅπερ κεῖται πρὸ τοῦ ἐπιζητεῖ Ἰσραὴλ ἀφελόντες καὶ τεθεικότες τὸ τοῦτο ὃ οὐκ ἐπέτυχεν, ὡς ἂν τοῦ ἀποστόλου λέγοντος· τί ποτε οὖν ἄρα ἐστὶ τὸ παρὰ τοῦ Ἰσραὴλ ἐπιζητούμενον; τοῦτο δὴ ὅπερ οὐκ ἐπέτυχεν. γελοιότατά γε οἰηθέντες τὸν ἀπόστολον δεικνύναι σπουδάζειν τὸ παρὰ τοῦ Ἰσραὴλ ἐπιζητούμενον, τί ποτε ἄρα ἐστίν, καὶ οὐ συνεωρακότες, ὅτι ἀπὸ τῶν προειρημένων κατὰ συλλογι σμὸν αὐτὸ ἐπήγαγεν. ἀναγνωστέον οὖν οὕτως· τί οὖν; ἀντὶ τοῦ τί τοίνυν τὸ ἐκ τῶν προειρημένων ἡμῖν συναγόμενον, ἐν οἷς τῶν τε ἠπιστηκότων κατηγορήσαμεν καὶ τοὺς πεπιστευκότας δικαιότατα τὴν τῶν δογμάτων 155 ἀλήθειαν προτετιμηκότας ἐδείξαμεν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου οὐκ ἐπέτυχεν, ὅτι τοῖς Ἰσραηλίταις τυχεῖν οὐκ ἐγένετο τούτου ὃ δὴ ζητεῖν δοκοῦσιν, ἵνα εἴπῃ τῆς δικαιοσύνης· ὅμοιον γάρ ἐστι τῷ· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. λείπει δὲ τὸ πάντες, ἵνα ᾖ· τούτου πάντες οὐκ ἐπέτυχον· ἐπάγει γάρ· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, ἵνα εἴπῃ ὅτι ἔτυχον μὲν τῆς δικαιώσεως οἱ τῆς ἐκλογῆς ἀπὸ τοῦ οἰκείου τρόπου νομισθέντες ἄξιοι, οἱ δὲ λοιποὶ πάντες ἀπεβλήθησαν διὰ τὴν ἑαυτῶν κακίαν. Ro+m 11,9-10 Οὐχ ὡς προφητικῶς εἰρημέναις ἐχρήσατο ταῖς φωναῖς, ἀλλ' ὡς ἁρμοττούσαις αὐτοῖς ἀπὸ τῶν γραφῶν τῷ καὶ περὶ Ἰουδαίων αὐτὰς εἰρῆσθαι, ὁμοῦ κἀκεῖνο δεικνὺς ὅτι μηδὲν καινὸν ἐγένετο νῦν, παρόμοια δὲ τοῖς τότε ὑπομεμενήκασιν, προτετιμηκότες τοῦ κρείττονος τὸ χεῖρον· ἐπειδὴ γὰρ ἀπὸ τῆς ἑαυτῶν ἀποβολῆς ἐπειρῶντο τὸ Χριστιανικὸν δόγμα διασύρειν Ἰουδαῖοι, ἀναγκαίως διὰ πλειόνων ὁ ἀπόστολος δείκνυσι πάντοτε τοιούτους αὐτοὺς περὶ τὴν εὐσέβειαν γεγονέναι. Ro+m 11,11 Ἀλλὰ μὴ τοῦτό φαμεν ὅτι σφαλέντες περὶ τὴν εὐσέβειαν καὶ μὴ πιστεύσαντες τῷ Χριστῷ παντελῆ τὴν ἀποβολὴν ὑπέμειναν, ὡς μηδεμίαν αὐτοῖς