1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

25

ἄτοπον ᾖ καὶ ἀπαίδευτον, καὶ οὐχ ὅπως περὶ προφήτου πιστεύεσθαι δί καιον, ἀλλ' οὐδὲ περὶ ἄλλου τινὸς τῶν νοῦν ἐχόντων, 35.508 καὶ μετρίως αἰσθανομένων Θεοῦ καὶ τῆς ὑπὲρ πάντα δυνάμεως.

ΡΗʹ. Ἀλλ' ᾔδει μὲν τοῦτο παντὸς μᾶλλον ὁ Ἰωνᾶς, φησὶν ὁ τὸν λόγον εἰπὼν, καὶ ἐγὼ πείθομαι, εἰς ὅ τι ἔφερε τοῖς Νινευΐταις τὸ κήρυγμα, καὶ ὅτι, τὸν δρασμὸν βουλεύων, τόπον μὲν ἤμειβε, Θεὸν δὲ οὐκ ἔφευγεν· οὐδὲ γὰρ ἄλλος τις ἀνθρώπων, οὐ γῆς ἑαυτὸν κατακρύψας κόλποις, οὐ θαλάσσης βάθε σιν, οὐ πτεροῖς κουφισθεὶς, εἴ τις ἐπίνοια, καὶ ἀνα δραμὼν εἰς ἀέρα, οὐχ ᾅδου τοῖς κατωτάτω προσ ομιλήσας, οὐ νέφους παχύτητα περιβαλόμενος, οὐκ ἄλλο τῶν ἁπάντων οὐδὲν εἰς ἀσφάλειαν τοῦ δρα σμοῦ βουλευσάμενος· ἀλλὰ τοῦτο μόνον τῶν πάντων ἀφευκτότατόν τε καὶ ἀμαχώτατον Θεὸς, κατα σχεῖν καὶ ὑπὸ χεῖρα λαβεῖν θελήσας, φθάνει τοὺς ταχεῖς, σφάλλει τοὺς συνετοὺς, περιτρέπει τοὺς ἰσχυροὺς, συστέλλει τοὺς ὑψηλοὺς, ἡμεροῖ θράσος, πιέζει δύναμιν.

ΡΘʹ. Οὐ τοίνυν ἠγνόει τοῦ Θεοῦ τὴν κραταιὰν χεῖρα ὁ τοῖς ἄλλοις ταύτην ἀπειλῶν Ἰωνᾶς, οὐδὲ ὡς φευξόμενος εἰς ἅπαν διενοεῖτο τὸ θεῖον, μὴ τοῦτο πιστεύσωμεν· ἀλλ' ἐπειδὴ τὴν ἔκπτωσιν ἑώρα τοῦ Ἰσραὴλ, καὶ μεταβαίνουσαν εἰς τὰ ἔθνη τὴν προφητικὴν χάριν ᾐσθάνετο, διὰ τοῦτο ὑποχωρεῖ τῷ κηρύγματι, καὶ ἀναβάλλεται τὸ ἐπίταγμα· καὶ τὴν κατασκοπὴν τῆς χαρᾶς ἀφεὶς, τοῦτο γὰρ Ἑβραίοις ἡ Ἰόππη δύναται, τὸ παλαιὸν ὕψος λέγω καὶ τὸ ἀξίωμα, εἰς τὸ τῆς λύπης ἑαυτὸν ἔῤῥιψε πέλαγος· καὶ διὰ τοῦτο χειμάζεται, καὶ καθεύδει, καὶ ναυαγεῖ, καὶ ἐξυπνίζεται, καὶ κληροῦται, καὶ ὁμολογεῖ τὴν φυγὴν, καὶ καταποντίζεται, καὶ ὑπὸ τοῦ κήτους κα ταπίνεται μὲν, οὐκ ἀναλίσκεται δέ· ἀλλ' ἐκεῖ τὸν Θεὸν ἐπικαλεῖται, καὶ, τὸ θαῦμα, Χριστῷ τριήμερος συνεκδίδοται. Ἀλλ' ὁ μὲν περὶ τούτου λόγος ἀναμει νάτω, μικρὸν ὕστερον, ἂν διδῷ Θεὸς, φιλοπο νώτερον ἐξεργασθησόμενος. ΡΙʹ. Νῦν δὲ ὅ μοι λέγειν ὁ λόγος ὡρμήθη, σκοπεῖν ἔπεισί μοι καὶ ὑπολαμβάνειν, ὅτι ἐκείνῳ μὲν τάχα τι καὶ συγγνώμης ἦν, δι' ἣν εἶπον αἰτίαν ὀκνοῦντι τὴν προφητείαν· ἐμοὶ δὲ τίς ἄρα λόγος, ἢ τίς ἀπολογίας ὑπελείπετο τόπος ἐπὶ πλέον ἀφη νιάζοντι, καὶ τὸν οὐκ οἶδ' εἴτ' ἐλαφρὸν εἴτε βα ρὺν εἰπεῖν χρὴ, ἀλλὰ τόν γε τεθέντα ζυγὸν τῆς λει τουργίας ἀναινομένῳ; 35.509

ΡΙΑʹ. Εἰ γὰρ, ὃ μόνον ἐν τούτοις ἰσχυρόν ἐστιν εἰπεῖν τοῦτο δοίη τις, ὅτι πολλῷ κατωτέρω κείμεθα τοῦ ἱερατεύειν Θεῷ, καὶ ὅτι τῆς Ἐκκλησίας ἄξιον εἶναι χρὴ πρῶτον, εἶτα τοῦ βήματος, καὶ τούτου πρῶτον, εἶτα τῆς προεδρίας· τάχα ἕτερος ἡμᾶς οὐκ ἀφήσει τοῦ τῆς ἀπειθείας ἐγκλήματος. ∆εινὴ δὲ ἀπειθείας ἀπειλὴ, καὶ δεινὰ ταύτης τὰ ἐπιτίμια, ὥσπερ γε καὶ τῆς ἑτέρας μερίδος, μηδὲν ὀκνεῖν, μηδὲ ἀναδύεσθαι, μηδὲ, ὥσπερ ὁ Σαοὺλ ἐκεῖνος, τοῖς σκεύεσιν ὑποκρύπτεσθαι τοῖς πατρικοῖς, κἂν πρὸς ὀλίγον καλούμενον ἐπὶ προστασίαν, ἀλλ' ὡς ἐπί τι πρᾶγμα κοῦφον καὶ ῥᾷστον χωρεῖν ἑτοί μως, οὗ μηδὲ μεταθέσθαι ἀσφαλὲς, μηδὲ βουλῇ δευτέρᾳ θεραπεῦσαι τὴν προλαβοῦσαν.

ΡΙΒʹ. ∆ιὰ τοῦτο ἔκαμνον ἐγὼ τοῖς λογισμοῖς τὸ δέον ἀνερευνώμενος, καὶ μέσος δύο φόβων ἱστάμενος, τοῦ τε κατασπῶντος καὶ τοῦ ἀνάγοντος. Καὶ ἐπὶ πλεῖστον τούτοις ἐναπορήσας, καὶ ἀμφοτέρωθεν ἐμαυτὸν τα λαντεύσας, ἢ ὥσπερ ῥεῦμα ἀστάτοις πνεύμασι, τῇδε κἀκεῖσε μετακλιθεὶς, τέλος ἐγενόμην τοῦ σφο δροτέρου, καί με νικήσας, ἔχει παρασύρας ὁ φόβος τῆς ἀπειθείας. Καὶ σκοπεῖτε ὡς ὀρθῶς καὶ δικαίως διαιτῶ τοῖς φόβοις, μήτε τῆς οὐ διδομένης ἐφίεσθαι προστασίας, μήτε ἀπωθεῖσθαι τὴν διδομέ νην. Τὸ μὲν γὰρ εἶναι θρασέων, τὸ δὲ ἀπειθῶν, καὶ ἀπαιδεύτων ἀμφότερα. Καὶ μέσος εἰμί τις τῶν τε ἄγαν τολμηρῶν καὶ τῶν λίαν δειλῶν· τῶν μὲν πάσαις ἐπι πηδώντων δειλότερος, τῶν δὲ φευγόντων πάσας θαρσαλεώτερος. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω.