1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

25

συμβόλων τὸ βασιλικὸν ἐνδείκνυται. Τινὲς δέ φασιν, ὅτι τὸν Ἀσσύριον ἐκρά τησε, διὰ τοῦτο δύο. Καὶ ἐθεώρουν ἕως οὗ ἐξετί λαντο τὰ πτερὰ αὐτῆς, τουτέστι ἡ ἀρχὴ, καὶ ἤρθη 56.230 ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη· καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Γοργὸν τὸ ζῶον. Ἑκατέρωθεν εἶχε τὴν ἰσχὺν ταχυτῆτος, ἄνωθεν μὲν ἀπὸ τῶν πτερῶν, κάτωθεν δὲ ἀπὸ τῶν ποδῶν· ἀλλ' ἑκατέρα ἡ ταχυτὴς ἀνῃρέθη, ἐκείνων μὲν ἐκταλέντων (l. ἐκτιl.), καὶ μηδὲ φανέντων λοιπὸν, τούτων δὲ μεταπεσόντων ἐπὶ τοὺς ἀσθενεστέρους, τοὺς ἀνθρώ πους. Καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ. Τοῦτο γὰρ ἐν ἐκείνῳ τῷ ζώῳ, τὸ γαῦρον. Ταπεινὸς, φησὶ, ἥμερος, χειροήθης ἐγένετο ὁ βασιλεύς. Καὶ ἰδοὺ θη ρίον ἕτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς. Καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστηθι, φάγε σάρκας πολλάς. Ἐπὶ τῶν Περσῶν ἐγένετο τὸ βραδὺ τῶν ἀνθρώπων. Ἐπὶ Μήδων καὶ Περσῶν τρία πλευρὰ, ἤτοι τόπους, ἢ τὰς βασι λείας, ἃς συνεῖλεν. Ἔλεγον αὐτῷ· Ἀνάστηθι, φάγε σάρκας πολλάς. Οὗτοι γὰρ εἷλον καὶ Βαβυ λῶνα, καὶ τὰς πολλὰς εἰργάσαντο συμφοράς. Ὀπίσω τούτου ἐθεώρουν· καὶ ἰδοὺ ἕτερον θηρίον, ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ· καὶ ἐξουσία ἐδόθη αὐτῷ. Εἶτα, φησὶ, πάρδαλις· Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, πᾶσαν δια πτὰς τὴν οἰκουμένην. Οὐδὲν γὰρ τούτου γοργότερον, οὐδὲ ὀξύτερον γέγονεν, ἀλλὰ σφοδρός τις ἦν καὶ ὀξὺς, καθάπερ τοῦτο τὸ θηρίον. Τέσσαρα, φησὶ, πτερὰ πετεινοῦ ὑπεράνω αὐτῆς. Τουτέστιν, ἅπασαν προσ έλαβε τὴν ἰσχύν. Πέρσας γὰρ εἰς δέκα τρεῖς βασι λείας διελὼν, ἅπαντας ἐχειρώσατο. Εἶδες αὐτοῦ τὴν ταχυτῆτα; Καὶ ἀπὸ τῆς φύσεως τοῦ θηρίου, καὶ ἀπὸ τῶν πτερῶν. Πᾶσαν διέδραμε τὴν οἰκουμένην. Καὶ κεφαλαὶ, φησὶ, τέσσαρες τῷ θηρίῳ. Καὶ ἡ βασι λεία καὶ ἡ ἐξουσία ἐδόθη αὐτῷ. Εἶτα λέγει ταύ της τὴν παρουσίαν, τὴν ποικίλην καὶ παντοδαπῆ, καὶ οὐκ ἔχει εἰκόνα εἰπεῖν· οὕτως ἐξαλλάττον τι τὸ θηρίον ἦν. Πάσας γὰρ ἐκείνας ἐνίκησε. Ταῖς μὲν ἄλ λαις, ἀπὸ τοῦ τάχους ἦν ἡ ἰσχύς· τούτου δὲ ἀπὸ τῶν ὀδόντων· σιδηροῖ ἦσαν. Καὶ τὰ ἐπίλοιπα τοῖς πο σὶν αὐτοῦ συνεπάτει. Τοὺς πολλοὺς λέγει πολέμους. Τίνες οἱ δέκα βασιλεῖς; τί τὸ μικρὸν κέρας; Ἐγὼ τὸν Ἀντίχριστόν φημι μεταξύ τινων φαίνεσθαι βασι λέων. Καὶ ὀφθαλμοὶ, ὡς ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα. Τί γὰρ ἐκείνου τοῦ στόματος μεῖζον γένοιτ' ἂν τοῦ λέγον τος, Ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι; Εἰ δὲ ὀφθαλμοὶ ἀνθρώπου, μὴ θαυμάσῃς· καὶ γὰρ τοιαῦτα φθέγγεται. Ἄνθρωπός ἐστι, φησί. ∆ιὰ τί δὲ μικρὸν, καὶ οὐκ ἐξ ἀρχῆς μέγα φαίνεται; Ἀλλ' ὕστερον αὐ ξηθήσεται, καὶ κρατήσει τινῶν βασιλέων. Τί οὖν; Οὐκέτι βασιλεία διαδέχεται τοῦτον, ἀλλ' αὐτὸς ὁ Θεὸς καταλύει. Ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐ τοῦ λευκὸν ὡσεὶ χιών· καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς 56.231 πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κρι τήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν. Συντείνω μεν τὴν διάνοιαν, ἀγαπητοί. Οὐ γὰρ περὶ μικρῶν ὁ λόγος ἐστί. Θρόνοι, φησὶν, ἐτέθησαν, καὶ ὁ Πα λαιὸς ἡμερῶν ἐκάθητο. Τίς ἐστιν οὗτος; Ὥσπερ ἀκούσας ἄρκον, οὐκ ἄρκον ἐνόησας, καὶ λέαιναν, οὐ τοῦτο ὑπώπτευες, ἀλλὰ βασιλείας· καὶ θάλασσαν, οὐ θάλασσαν, ἀλλὰ τὴν οἰκουμένην, δι' ἑτέρων ἕτερα· οὕτω καὶ νῦν. Παλαιὸς ἡμερῶν τί ἐστιν; Γεγηρα κότι τινὶ ἐῴκει. Πρὸς γὰρ τὰς χρείας τῶν πραγμά των, δι' ἃς φαίνεται, τυποῖ ἑαυτὸν, δεικνὺς ὅτι τοῖς τοιούτοις πιστεύεσθαι τὰ κριτήρια χρή. Ὥσπερ γὰρ θρόνον ἀκούων οὐχὶ καθέδραν νοεῖς· ἀλλὰ πῶς τὸν χυδαῖόν τις ἐπισπάσαιτο, ἐπεὶ καὶ ἀλλαχοῦ ὡπλισμένος φαίνεται, καὶ ἑτέρωθεν ᾑμαγμέ νος; Τοῦτο οὖν βούλεται δεῖξαι, ὅτι κρίσεως καιρός. Τὸ ἔνδυμα αὐτοῦ, ὡσεὶ χιὼν, λευκόν. Τίνος ἕνεκεν; Ὅτι οὐχὶ κρίσεως καιρὸς μόνον, ἀλλὰ καὶ