1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

25

ἐλπίδα σωτηρίας περιλειφθῆναι, κἂν εἰ βούλοιντό ποτε πρὸς τὸ κρεῖττον ἰδεῖν; μὴ γένοιτο· τοὐναντίον γὰρ μέμνημαι εἰρηκώς, ὅτι κἂν εἰς τοὺς πλείστους αὐτῶν διὰ τὴν ἀπιστίαν αὐτῶν ἀποβληθῆναι συνέβη, ἀλλ' οὖν γε οἱ πεπιστευκότες ἐξ αὐτῶν καίτοιγε ἄγαν ὄντες εὐαρίθμητοι, πᾶσι τοῖς ἐξ ἐθνῶν σωτηρίας ἐγένοντο πρόξενοι , ἐπείπερ ἅπαντες οὗτοι τοῦ τῆς εὐσεβείας μαθήματος τὰς ἀφορμὰς ἐκεῖθεν ἐδέξαντο , ὥστε ἔξεστι καὶ τοῖς νῦν ἀπιστοῦσι τῶν Ἰουδαίων τοὺς ἐξ αὐτῶν πεπιστευκότας ἤδη μιμήσασθαι, ζήλῳ τε ἀγαθῷ τῆς πρὸς τὸ κρεῖττον ἐπιθυμῆσαι ῥοπῆς· ὁ γὰρ ἐκείνους πεπιστευκότας οὐκ εἰσδεξάμενος μόνον, ἀλλὰ καὶ διδασκάλους ἀποφήνας τῆς οἰκουμένης, δῆλον ὡς οὐδὲ τούτους πιστεῦσαι βουληθέντας εἰς αὐτὸν ἀδοκίμους ἡγήσεται· τὸ γὰρ εἰς τὸ παρα ζηλῶσαι αὐτοὺς οὐ τοὺς ἐξ ἐθνῶν, ὥς τινες ᾠήθησαν, λέγει ἀλλὰ τοὺς ἐξ αὐτῶν, εἰς ἀπόδειξιν αὐτὸ εἰρηκὼς τοῦ ἐξεῖναι εἰσδεχθῆναι καὶ 156 τούτους, εἰ δὴ πιστεῦσαι βούλοιντο. τὸ μέντοι εἰς τὸ παραζηλῶσαι αὐτοὺς οὐκ ἐπ' αἰτίας λέγει, ἀλλὰ τὸ ἑπόμενον ἑαυτῷ συνήθως ἀντὶ τοῦ· εἰ ἐκεῖνοι πιστεῦσαι βουληθέντες εἰσεδέχθησαν καὶ διδάσκαλοι τοῖς ἐξ ἐθνῶν ἐγένοντο, πρόδηλον ὡς ἔξεστι καὶ τούτοις κατὰ μίμησιν ἐκείνων τῆς εἰς τὴν πίστιν εἰσόδου τυχεῖν. εἶτα καὶ ποθεινὴν αὐτῶν τὴν ἐπιστροφὴν ἐργαζόμενος ἐπάγει καί φησιν. Ro+m 11,12 Εἰ γὰρ ἐν ὀλίγοις, φησί, καὶ ἄγαν εὐαριθμήτοις τοσαύτης ἐνεγένετο τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις τυχεῖν ἀφθονίας ἀγαθῶν, τί ποτ' ἄρα δεῖ νομίζειν ἔσεσθαι, εἰ πάντας αὐτοὺς συμφώνως ὑποδέξασθαι τὸν Χριστὸν συνέβη; Ro+m 11,15 Τίνος ἕνεκεν τῇ πάντων διορθώσει τὴν ἀνάστασιν ἡγεῖται ὁ ἀπόστο λος ἕψεσθαι πάντων, ἀναγκαῖον εἰπεῖν. τοῖς μὲν ἀλόγοις φυσικῶς ἅπαντα πρόσεστι, καὶ οὐχ οἶά τέ ἐστι τὸ κακὸν ἀπὸ τοῦ καλοῦ διακρίνοντα ἐξουσίᾳ γνώμης τὸ δοκοῦν ἑλέσθαι, ἀνάγκη δὲ πᾶσα τοῖς ὅροις ἐμμένειν τῆς φύσεως, διά τοι τοῦτο περιττὸς ἅπας ἐστὶ νόμος ἐκείνοις οὔτε μαθεῖν οὔτε μὴ συνιέναι τι τοιοῦτο δυναμένοις· τοῖς δὲ λογικοῖς πᾶν τοὐναντίον· καὶ γὰρ διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ κακοῦ δύνανται, καὶ ἐξουσίᾳ γνώμης τὸ δοκοῦν αἱροῦται, ἥ τε τῶν νόμων ἔχθεσις ἄγαν ἐπιτηδεία τούτοις ἐστὶν ἅτε δυναμένοις ἐκεῖθεν τὸ καλὸν παιδεύεσθαι. τοιοῦτο δὴ τὸ ἡμέτερον γένος ὁ θεὸς ἀπειργάσατο, τήν τε φύσιν ἡμῖν ἐπιτηδείαν πρὸς μάθησιν δεδωκὼς καὶ νόμων ἐκθέσει ποικιλωτάτων τὸ κρεῖττον ὑποδείξας· οὐδὲ γὰρ ἀδίδακτον ἔχειν ἡμᾶς τῆς ἀρετῆς ἐνεδέχετο τὴν ἥξιν λογικοὺς γεγονότας τὴν φύσιν, ἐπείπερ αὕτη σαφὴς λογικῶν τε καὶ ἀλόγων διάκρισις, τῷ τὰ μὲν ἐν τῇ φύσει παντὸς οὗτινος οὖν ἔχειν τὴν εἴδησιν περαιτέρω δυνάμενα μανθάνειν οὐδέν, τοὺς δὲ τοῦ χρόνου προϊόντος τὰ πλείονα μανθάνειν ὧν οὐκ ἠπίσταντο πρότερον. τούτου ἕνεκεν θνητοὺς μὲν ἡμᾶς κατὰ τὸν παρόντα τουτονὶ πεποίηκε βίον, νόμους δὲ ἔδωκεν ἱκανοὺς εἰς ὑπόμνησιν ἡμᾶς ἄγειν τῆς τοῦ καλοῦ διορθώσεως, ὡς ἂν ἐντελῆ τῆς ἀρετῆς οὕτως τὴν μάθησιν κομισαίμεθα. ἐντεῦθεν κἂν πολλήν τινα πρὸς τὸ χεῖρον ἔχειν ἡμᾶς τὴν ῥοπὴν συμβαί νει, ἀλλ' οὖν γε βεβαίαν ἐπὶ τῆς ψυχῆς τοῦ καλοῦ τὴν εἴδησιν ἔχομεν, καὶ ἔστιν ἀνθρώπων οὐδεὶς ὃς οὐχὶ πάντως ἐπίσταται τὸ κρεῖττον τί ποτέ ἐστιν ἐν βίῳ. οὕτω μὲν οὖν ἀσφαλῆ τε καὶ βεβαίαν ἐπὶ τοῦ παρόντος βίου τῆς ἀρετῆς τὴν διδασκαλίαν ἡμῖν παρέχεται. ἐπειδὴ δὲ οὐχ ὥσπερ ἴσμεν τὸ καλόν, οὕτω καὶ ποιεῖν αὐτὸ ῥᾳδίως δυνάμεθα, 157 ἄχρις ἂν ἐπὶ τῆς θνητότητος διαμένωμεν, δεύτερόν τινα βίον τὸν μέλλοντα ἡμῖν διὰ τῆς ἀναστάσεως ὁ ποιητὴς δεδώρηται, κατὰ πολὺ τοῦ παρόντος ἀμείνω, ἀθάνατόν τε καὶ ἀπαθῆ καὶ πάσης ἁμαρτίας ἀπηλλαγ μένον. ἔστι τοίνυν οὐκ ἀνακαινισμὸς καὶ διόρθωσις μόνον τῶν παρόν των ἐκεῖνα, ἀλλὰ γὰρ καὶ τελείωσις· ἃ γὰρ ἐνταῦθα μαθόντες ποιεῖν οὐχ ἰσχύομεν, ταῦτα τότε ἡμῖν πόνων ἐκτὸς μετὰ πολλῆς προσέσται τῆς εὐμαρείας, τό τε ἀπηλλάχθαι, λέγω, τῆς τῶν χειρόνων πράξεως καὶ τὸ ἄσχετόν τινα τῶν καλῶν ἐπὶ τῆς ψυχῆς ἔχειν τὸν ἔρωτα. εὐθὺ μὲν ἡμᾶς ἐν ἐκείνοις καταστῆσαι οὐ καλῶς ἔχειν ἡγησαμένου τοῦ σοφοῦ τῶν