1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

26

τροπή τις γίνεται τοῦ ἀγαθοῦ χαρακτῆρος πρὸς τὴν ἄλογον εἰκόνα, πάσης πρὸς τοῦτο μεταχαρασσομένης τῆς φύσεως, καθάπερ γεωργοῦντος τοῦ λογισμοῦ τὰς τῶν παθημάτων ἀρχὰς, καὶ δι' ὀλίγων εἰς πλῆθος ἐπαύξοντος. Τὴν γὰρ παρ' ἑαυτοῦ συνεργίαν χρήσας τῷ πάθει, πολύχουν καὶ ἀμφιλαφῆ τὴν τῶν ἀτόπων 193 γένεσιν ἀπειργάσατο. Οὕτως ἡ φιληδονία τὴν μὲν ἀρχὴν ἔσχεν ἐκ τῆς πρὸς τὸ ἄλογον ὁμοιώσεως, ἀλλ' ἐν τοῖς ἀνθρωπίνοις πλημμελήμασι προσηυξήθη, τοσαύτας διαφορὰς τῶν κατὰ τὴν ἡδονὴν ἁμαρτα νομένων γεννήσασα, ὅσας ἐν τοῖς ἀλόγοις οὐκ ἔστιν εὑρεῖν. Οὕτως ἡ πρὸς τὸν θυμὸν διανάστασις συγ γενὴς μέν ἐστι τῇ τῶν ἀλόγων ὁρμῇ, αὔξεται δὲ τῇ τῶν λογισμῶν συμμαχίᾳ. Ἐκεῖθεν γὰρ ἡ μῆνις, ὁ φθόνος, τὸ ψεῦδος, ἡ ἐπιβουλὴ, ἡ ὑπόκρισις. Ταῦτα πάντα τῆς πονηρᾶς τοῦ νοῦ γεωργίας ἐστίν. Εἰ γὰρ γυμνωθείη τῆς ἐκ τῶν λογισμῶν συμμαχίας τὸ πά θος, ὠκύμορός τις καὶ ἄτονος ὁ θυμὸς καταλείπεται, πομφόλυγος δίκην ὁμοῦ τε γινόμενος, καὶ εὐθὺς ἀπολ λύμενος Οὕτως ἡ τῶν συῶν λαιμαργία τὴν πλεονεξίαν εἰσήνεγκε, καὶ τὸ τοῦ ἵππου γαῦρον γέγονε τῆς ὑπερ ηφανίας ἀρχή· καὶ τὰ καθ' ἕκαστον πάντα τῆς κτηνώδους ἀλογίας ἀφορμηθέντα, διὰ τῆς πονηρᾶς τοῦ νοῦ χρήσεως κακία ἐγένετο, ὥσπερ οὖν καὶ τὸ ἔμπαλιν, εἴπερ ὁ λογισμὸς τῶν τοιούτων κινημάτων ἀντιμεταλάβοι τὸ κράτος, εἰς ἀρετῆς εἶδος ἕκαστον τούτων ἀντιμεθίσταται. Ποιεῖ γὰρ ὁ μὲν θυμὸς τὴν ἀνδρίαν, τὸ δὲ δειλὸν τὴν ἀσφάλειαν, καὶ ὁ φόβος τὴν εὐπείθειαν, τὸ μῖσος δὲ τὴν τῆς κακίας ἀποστροφὴν, ἡ δὲ ἀγαπητικὴ δύναμις τὴν πρὸς τὸ ἀληθῶς καλὸν ἐπιθυμίαν. Τὸ δὲ γαῦρον τοῦ ἤθους ὑπεραίρει τῶν παθημάτων, καὶ ἀδούλωτον ὑπὸ τοῦ κακοῦ διαφυ λάσσει τὸ φρόνημα. Ἐπαινεῖ δὲ τὸ τοιοῦτον τῆς ἐπάρσεως εἶδος καὶ ὁ μέγας Ἀπόστολος, συνεχῶς ἐγκελευόμενος τὰ ἄνω φρονεῖν. Καὶ οὕτως ἔστιν εὑ ρεῖν, ὅτι πᾶν τὸ τοιοῦτον κίνημα τῷ ὑψηλῷ τῆς διανοίας συνεπαιρόμενον, τῷ κατὰ τὴν θείαν εἰκόνα κάλλει συσχηματίζεται. Ἀλλ' ἐπειδὴ βαρεῖά τίς ἐστι καὶ κατωφερὴς ἡ τῆς ἁμαρτίας ῥοπὴ, πλεῖον τὸ ἕτερον γίνεται· μᾶλλον γὰρ τῷ βάρει τῆς ἀλόγου φύσεως συγκατασπᾶται τὸ ἡγεμονικὸν τῆς ψυχῆς, ἥπερ τῷ ὕψει τῆς διανοίας τὸ βαρύ τε καὶ χοϊκὸν ἀνυψοῦται. ∆ιὰ τοῦτο πολλάκις ἀγνοεῖσθαι ποιεῖ τὸ θεῖον δῶρον ἡ περὶ ἡμᾶς ἀθλιότης, οἷον προσωπεῖον εἰδεχθὲς τῷ κατὰ τὴν εἰκόνα κάλλει τὰ πάθη τῆς σαρκὸς ἐπιπλάσσουσα. Οὐκοῦν συγγνωστοί πώς εἰσιν οἱ πρὸς τὰ τοιαῦτα βλέποντες, εἶτα τὴν θείαν μορφὴν ἐν τούτοις εἶναι οὐκ εὐχερῶς συντιθέμενοι. Ἀλλὰ διὰ τῶν κατωρθωκότων τὸν βίον, ἔξεστι τὴν θείαν ἐν τοῖς ἀνθρώποις εἰκόνα βλέπειν. Εἰ γὰρ ἐμπαθής τις καὶ σάρκινος ὢν ἀπιστεῖσθαι ποιεῖ τὸν ἄνθρωπον ὡς θείῳ κάλλει κεκοσμημένον· ὁ ὑψηλὸς πάντως τὴν ἀρετὴν καὶ καθαρεύων ἐκ μολυσμάτων βεβαιώσει σοι τὴν πρὸς τὸ κρεῖττον ἐπὶ τῶν ἀνθρώπων ὑπόληψιν. Οἷον κρεῖττον γὰρ ἐν ὑποδείγματι δεῖξαι τὸν λόγον· ἀπήλειψε τῷ τῆς πονηρίας μολύσματι τὸ τῆς φύσεως κάλλος τις τῶν ἐπὶ κακίᾳ γνωρίμων, Ἰεχονίας τυχὸν, ἢ εἴ τις ἕτερος ἐπὶ κακῷ μνημονεύεται· ἀλλ' ἐν Μωϋσῇ καὶ τοῖς κατ' ἐκεῖνον καθαρὰ διεφυλάχθη ἡ 196 τῆς εἰκόνος μορφή. Ἐν οἷς τοίνυν οὐκ ἠμαυρώθη τὸ κάλλος, ἐν τούτοις ἐναργὴς ἡ τῶν λεγομένων πίστις ἐστὶν, ὅτι ἄνθρωπος τοῦ Θεοῦ μίμημα γέγονεν. Ἀλλ' ἐπαισχύνεταί τις τυχὸν, τῷ διὰ βρώσεως ἡμῖν καθ' ὁμοιότητα τῶν ἀλόγων τὴν ζωὴν συνεστάναι, καὶ διὰ τοῦτο ἀνάξιον ἡγεῖται τὸν ἄνθρωπον τοῦ κατ' εἰκόνα Θεοῦ πεπλάσθαι δοκεῖν. Ἀλλ' ἐλπιζέτω τῆς λειτουργείας ταύτης ἀτέλειαν δοθήσεσθαι τῇ φύσει ποτὲ, κατὰ τὴν προσδοκωμένην ζωήν. Οὐ γάρ ἐστι, καθώς φησιν ὁ Ἀπόστολος, ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις· οὐδὲ ἐπ' ἄρτῳ μόνῳ ζήσεσθαι τὸν ἄνθρωπον ὁ Κύριος προηγόρευσεν, ἀλλ' ἐν παντὶ ῥήματι ἐκ πορευομένῳ διὰ στόματος Θεοῦ. Ἀλλὰ καὶ τῆς ἀνα στάσεως ἰσάγγελον ἡμῖν ὑποδεικνυούσης τὸν βίον, βρώσεως δὲ παρὰ τοῖς ἀγγέλοις οὐκ οὔσης, ἱκανὴ πίστις τοῦ ἀπαλλαγήσεσθαι τῆς τοιαύτης λειτουρ γίας τὸν ἄνθρωπον, τὸν καθ' ὁμοιότητα τῶν ἀγγέλων ζησόμενον.