26
τοιαύτης ἀποσφαλέντες ἐλπίδος, Τινὲς μὲν γὰρ ὑβρίζουσι τῇ κοινότητι τὸ ἀνθρώπινον, τὴν αὐτὴν ἀνὰ μέρος ἀνθρώπου τε καὶ ἀλόγου ψυχὴν διοριζόμενοι γίνεσθαι, μετενδυομένην τὰ σώματα, καὶ πρὸς τὸ ἀρέσκον ἀεὶ μεταβαίνουσαν, ἢ πτηνὸν, ἢ ἔν υδρον, ἢ χερσαῖόν τι ζῶον γινομένην μετὰ τὸν ἄν θρωπον, καὶ πάλιν ἀπὸ τούτων πρὸς τὴν ἀνθρωπίνην ἐπανιέναι φύσιν. Ἕτεροι δὲ μέχρι τῶν θάμνων τὸν τοιοῦτον λῆρον ἐκτείνουσιν, ὡς καὶ τὸν ξυλώδη βίον αὐτῇ κατάλληλόν τε καὶ οἰκεῖον νομίζειν. Τοῖς δὲ τοῦτο δοκεῖ μόνον τὸ ἐξ ἀνθρώπου ἕτερον ἄνθρω πον ἀεὶ μεταλαμβάνειν, καὶ διὰ τῶν αὐτῶν πάντοτε τὸν ἀνθρώπινον διεξάγεσθαι βίον, νῦν μὲν ἐν τούτοις, πάλιν δὲ ἐν ἑτέροις τῶν αὐτῶν ψυχῶν εἰς τὸ διηνεκὲς γινομένων. Ἡμεῖς δὲ καλῶς ἔχειν φαμὲν, ἐκ τῶν ἐκκλησιαστικῶν δογμάτων ὁρμώμενοι, τοσοῦτον πα ραδέξασθαι μόνον τῶν τοιαῦτα πεφιλοσοφηκότων, ὅσον συμφωνοῦντας αὐτοὺς τρόπον τινὰ δεῖξαι τῷ τῆς ἀνα στάσεως δόγματι. Τὸ γὰρ λέγειν αὐτοὺς πάλιν τισὶν ἐπεισκρίνεσθαι δόγμασιν μετὰ τὴν ἀπὸ τούτου διάλυσιν τὴν ψυχὴν, οὐ λίαν ἀπᾴδει τῆς ἐλπιζομένης ἡμῖν ἀναβιώσεως, ὅτι γὰρ ἡμέτερος λόγος ἐκ τῶν τοῦ κόσμου στοιχείων, νῦν τε καὶ εἰσαῦ θις τὸ σῶμα ἡμῶν συνίστασθαι λέγει, καὶ τοῖς ἔξω 46.109 θεν τὸ ἶσον δοκεῖ. Οὐ γὰρ ἄλλην τινὰ τοῦ σώματος ἐπινοήσεις φύσιν ἔξω τῆς δρομῆς τῶν στοι χείων. ∆ιαφέρει δὲ τοσοῦτον, ὅσον παρ' ἡμῶν μὲν τὸ αὐτὸ λέγεσθαι πάλιν περὶ τὴν ψυχὴν συμπήγνυσθαι σῶμα, ἐκ τῶν αὐτῶν στοιχείων συναρμοζόμενον· ἐκεί νους δὲ οἴεσθαι πρὸς ἄλλα τινὰ σώματα λογικά τε καὶ ἄλογα, καὶ ἀναίσθητα τὴν ψυχὴν καταπίπτειν οἷς τὸ μὲν ἐκ τῶν τοῦ κόσμου μερῶν εἶναι τὴν σύ στασιν ὁμολογεῖται, διαφωνεῖ δὲ τὸ μὴ ἐκ τῶν αὐτῶν οἴεσθαι τῶν κατ' ἀρχὰς ἐν τῇ διὰ σαρκὸς ζωῇ τῇ ψυχῇ προσφυέντων. Οὐκοῦν τὸ μὲν μὴ ἔξω τοῦ εἰκό τος εἶναι τὸ πάλιν τὴν ψυχὴν ἐν σώματι γενέ σθαι, παρὰ τῆς ἔξω φιλοσοφίας μεμαρτυρήσθω· τὸ δὲ ἀσύστατον τοῦ ἐκείνων δόγματος καιρὸς ἂν εἴη διασκορπίσασθαι, καὶ δι' αὐτῆς δὲ τῆς κατὰ τὸ εὔλογον ἀνακυπτούσης ἡμῖν ἀκολουθίας, φα νερῶσαι ῥᾳδίως ἐστὶ δυνατὸν τὴν ἀλήθειαν. Τίς οὖν ὁ περὶ τούτων λόγος; Οἱ πρὸς διαφόρους φύσεις τὴν ψυχὴν μετοικίζοντες, συσχεῖν μοι δοκοῦσι τὰς τῆς φύσεως ἰδιότητας· καὶ πάντα χρὴ καταμιγνύειν τε καὶ ἀναφύρειν πρὸς ἄλληλα, τὸ ἄλογον, τὸ λογικὸν, τὸ αἰσθητικὸν, τὸ ἀναίσθη τον· εἴπερ ἐν ἀλλήλοις ταῦτα γένοιτο, μηδέ τινι φύσεως εἱρμῷ κατὰ τὸ ἀμετάπτωτον ἀπ' ἀλλήλων διαστοιχιζόμενα. Τὸ γὰρ τὴν αὐτὴν ψυχὴν λέγειν, νῦν μὲν λογικήν τε καὶ διανοητικὴν, διὰ τῆς τοιᾶσδε τοῦ σώματος περιβολῆς γίνεσθαι· πάλιν δὲ μετὰ τῶν ἑρπετῶν φωλεύειν, ἢ τοῖς ὀρνέοις συναγελάζε σθαι, ἢ ἀχθοφορεῖν, ἢ σαρκοβορεῖν, ἢ ὑποβρύχιον εἶναι, ἢ καὶ πρὸς τὸ ἀναίσθητον μεταπίπτειν, ῥιζου μένην τε καὶ ἀποδενδρουμένην, καὶ κλάδων ἐκφύ σεις ἀναβλαστάνουσαν, καὶ ἐν τούτοις ἢ ἄνθος, ἢ ἀκάνθην, ἢ τρόφιμόν τι φυομένην, ἢ δηλητήριον, οὐδὲν ἕτερόν ἐστιν, ἢ ταὐτὸν ἡγεῖσθαι τὰ πάντα, καὶ μίαν ἐν τοῖς οὖσιν εἶναι τὴν φύσιν ἐν συγκεχυμέ νῃ τινὶ καὶ ἀδιακρίτῳ κοινωνίᾳ πεφυρμένην, μηδε μιᾶς ἰδιότητος τὸ ἕτερον τοῦ ἑτέρου ἀποκρινούσης. Ὁ γὰρ λέγων τὸ αὐτὸ ἐν παντὶ γίνεσθαι, οὐδὲν ἕτερον, ἢ ἓν εἶναι τὰ πάντα βούλεται, τῆς ἐμφαινομένης δια φορᾶς τοῖς οὖσιν οὐδὲν πρὸς ἐπιμιξίαν τῶν ἀκοι νωνήτων ἐμποδιζούσης· ὡς ἀνάγκην εἶναι, κἄν τι τῶν ἰοβόλων, καὶ σαρκοβόρων θεάσηται, ὁμόφυ 46.112 λον νομίζειν ἑαυτῷ καὶ συγγενὲς τὸ φαινόμενον, οὐδὲ τὸ κώνειον ὁ τοιοῦτος ὡς ἀλλότριον τῆς ἰδίας ὄψεται φύσεως· εἴπερ βλέπει καὶ ἐν φυτοῖς τὸ ἀνθρώπινον· ἀλλ' οὐδὲ πρὸς αὐτὸν ἀνυπόπτως ἕξει τὸν βότρυν τὸν ἐπὶ τῇ χρείᾳ τῆς ζωῆς γεωργούμενον. Καὶ γὰρ καὶ αὐτὸς τῶν φυομένων ἐστίν· φυτὰ δὲ ἡμῖν καὶ τὰ τῶν ἀσταχύων γεννήματα, δι' ὧν τρε φόμεθα. Πῶς οὖν ἐπάξει τὴν δρεπάνην ἀσταχύων τομῇ; πῶς δὲ ἀποθλίψει τὸν βότρυν, ἢ ἀνορύξει τῆς ἀρού ρας τὴν ἄκανθαν, ἢ τὸ ἄνθος δρέψει, ἢ θηρεύσει τοὺς ὄρνιθας, ἢ ἀπὸ ξύλων ἀνακαύσει πυρὰν, ἄδηλον ὂν εἰ μὴ κατὰ συγγενῶν, ἢ προγόνων, ἢ