1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

26

ἀπὸ τῶν πραγμάτων τῶν συμβαινόντων ἐν τοῖς τόποις αὐτοὺς τοὺς τόπους καλεῖν; Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ καιρῶν ποιεῖν εἴωθεν. Ἀλλ' ἵνα μὴ κατατείνωμεν ὑμᾶς, φέρε μεταγάγωμεν τὸν λόγον ἀπὸ τῶν σκυθρωποτέρων ἐπὶ τὰ φαιδρότερα. Καὶ γὰρ ἔκαμεν ὑμῶν ἡ διάνοια τοῖς λεπτοτέροις νοήμασιν ἐνδιατρίβουσα· διόπερ αὐτὴν ἀναπαῦσαι καλὸν, τοῖς ἀφελεστέροις καὶ φαιδροτέροις διαιτῶντας νοήμασιν. Ἐπανίωμεν τοίνυν ἐπὶ τὸ σωτήριον τοῦ σταυροῦ ξύλον. Τοῦτο γὰρ, τοῦτο πάντα ἀνέλυσε τὰ δεινὰ, ὅσα ἐκεῖνο εἰσήγαγε· μᾶλλον δὲ οὐκ ἐκεῖνο εἰσήγαγε τὰ δεινὰ, ἀλλ' ὁ ἄνθρωπος ἅπαντα, ἅπερ μετὰ πολλῆς ὕστερον ἀνέλυσε τῆς περιουσίας ὁ Χριστὸς, πολλῷ μείζονα αὐτῶν εἰσαγαγὼν ἀγαθά. ∆ι' αὐτὸ τοῦτο ὁ Παῦλός φησιν· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· τουτέστι, μεῖζον τὸ δῶρον τοῦ ἁμαρτήματος. ∆ιὰ τοῦτο πάλιν φησίν· Οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα· οὐχ ὅσον ἥμαρτεν ὁ ἄνθρωπος, τοσοῦτον ἐχαρίσατο ὁ Θεός· οὐχ ὅση ἡ ζημία, τοσαύτη καὶ ἡ πραγματεία· οὐχ ὅσον τὸ ναυάγιον, τοσαύτη καὶ ἡ ἐμπορία· ἀλλὰ πλείω τὰ ἀγαθὰ τῶν κακῶν· καὶ εἰκότως. Τὰ μὲν γὰρ κακὰ δοῦλος εἰσήγαγε, καὶ ἐλάττονα ἦν· τὰ δὲ ἀγαθὰ ∆εσπότης ἐχαρίσατο, διὸ καὶ πλείονα ἦν. ∆ιὰ τοῦτό φησιν· Οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἶτα ἐπάγει καὶ τὴν διαφοράν· Τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Ἀσαφέστερον τὸ εἰρημένον· οὐκοῦν ἀνάγκη τὴν λύσιν ἐπαγαγεῖν. Τὸ μὲν γὰρ κρῖμα, τουτέστιν ἡ κόλασις, ἡ τιμωρία, ὁ θάνατος· Ἐξ ἑνὸς, τουτέστιν ἁμαρτήματος· Μία γὰρ, φησὶν, ἁμαρτία τοσοῦτον εἰσήγαγε κακόν· τὸ δὲ χάρισμα οὐκ ἐκείνην μόνην τὴν ἁμαρτίαν ἔλυσεν, ἀλλὰ καὶ ἑτέρας πολλάς. ∆ιὰ τοῦτο λέγει· Τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. ∆ιὰ τοῦτο καὶ ὁ Ἰωάννης ὁ βαπτιστὴς ἐβόα· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, οὐχὶ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ Ἀδὰμ, ἀλλ', Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Εἶδες πῶς οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα, ἀλλὰ πλείονα εἰσήγαγε τοῦτο τὸ ξύλον ἀγαθὰ τῶν παρὰ τὴν ἀρχὴν εἰσενεχθέντων κακῶν; δʹ. Ταῦτα δὲ εἶπον, ἵνα μὴ νομίσῃς ἐπηρεάζεσθαί σε παρὰ τῶν πρώτων. Ἐξέβαλεν ὁ διάβολος τὸν Ἀδὰμ, εἰσήγαγε τὸν λῃστὴν ὁ Χριστός. Καὶ σκόπει τὸ διάφορον. Ἐκεῖνος οὐκ ἔχοντα ἁμαρτίαν τὸν ἄνθρωπον, ἀλλὰ μίαν κηλῖδα παρακοῆς, ἐξέβαλεν· ὁ Χριστὸς λῃστὴν μυρία φορτία ἁμαρτημάτων βαστάζοντα οὕτως εἰσήγαγεν εἰς τὸν παράδεισον. Ἆρ' οὖν τοῦτο μόνον τὸ θαῦμά ἐστιν, ὅτι λῃστὴν εἰσήγαγεν εἰς παράδεισον, ἄλλο δὲ οὐδέν; Ἔστι καὶ ἄλλο μεῖζον εἰπεῖν. Οὐ γὰρ λῃστὴν εἰσήγαγε μόνον, ἀλλὰ καὶ πρὸ τῆς οἰκουμένης ἁπάσης, καὶ πρὸ τῶν ἀποστόλων· ἵνα μηδεὶς τῶν 54.613 μετὰ ταῦτα ἀπογνῷ τὴν εἴσοδον, μηδὲ ἀπελπίσῃ τὴν σωτηρίαν τὴν ἑαυτοῦ, τὸν μυρίων γέμοντα κακῶν ἐν ταῖς βασιλικαῖς αὐλαῖς στρεφόμενον ὁρῶν· Ἀλλ' ἴδωμεν, μὴ πόνους ἐπεδείξατο καὶ κατορθώματα καὶ καρποὺς ὁ λῃστής. Οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ' ἀπὸ ψιλοῦ ῥήματος, ἀπὸ πίστεως μόνης πρὸ τῶν ἀποστόλων εἰσεπήδησεν εἰς τὸν παράδεισον, ἵνα μάθῃς ὅτι οὐχ ἡ ἐκείνου εὐγνωμοσύνη τοσοῦτον ἴσχυσεν, ὅσον τοῦ ∆εσπότου ἡ φιλανθρωπία τὸ πᾶν ἐποίησε. Τί γὰρ εἶπεν ὁ λῃστής; τί δὲ ἔπραξεν; ἐνήστευσεν; ἐδάκρυσεν; περιεσχίσατο; μετάνοιαν ἐπεδείξατο ἐν πολλῷ τῷ χρόνῳ; Οὐδαμῶς· ἀλλ' ἐν αὐτῷ τῷ σταυρῷ μετὰ τὴν ἀπόφασιν σωτηρίας ἔτυχεν. Ὅρα τάχος· ἀπὸ σταυροῦ εἰς οὐρανὸν, ἀπὸ καταδίκης εἰς σωτηρίαν. Τίνα ἐστὶν ἄρα ἐκεῖνα τὰ ῥήματα; πόσην ἔχει τὴν δύναμιν, ὅτι τοσαῦτα τούτῳ ἐκόμισεν ἀγαθά; Μνήσθητί μου, φησὶν, ἐν τῇ βασιλείᾳ σου. Καὶ τί τοῦτο; Ἤτησε λαβεῖν ἀγαθὰ, οὐ σπουδὴν τὴν δι' ἔργων ἐπεδείξατο· ἀλλ' ὁ τὴν καρδίαν αὐτοῦ εἰδὼς, οὐ τοῖς ῥήμασι προσέσχεν, ἀλλὰ τῇ διαθέσει τῆς διανοίας. Οἱ μὲν γὰρ προφητικῶν ἀπολαύσαντες διδαγμάτων, οἱ τὰ σημεῖα ἰδόντες, οἱ τὰ θαύματα θεασάμενοι, ἔλεγον περὶ τοῦ Χριστοῦ, ὅτι ∆αιμόνιον ἔχει, καὶ,