26
ψυχῶν οἰκονόμου, ὡς ἂν μὴ ἄλογόν τινα καὶ ἀδιάκριτον ἐνοῦσαν ἡμῖν ἔχοιμεν τοῦ καλοῦ τὴν ἕξιν, ἐγγενομένης δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος βίου καθ' ὃν ἔφην τρόπον τῆς τοῦ καλοῦ μαθήσεως, εὐκαιρότατα καὶ μάλα γε ἀναγκαίως τῶν μελλόντων παρέχεται τὴν κατάστασιν· τοῦτο μέν, ἵνα κατὰ παράθεσιν τῶν παρόντων ἀκριβῶς εἰδέναι τῶν τότε τὸ διάφορον ἔχωμεν, τοῦτο δέ, ὡς ἂν λογικῇ πρεπόντως φύσει τῆς τοῦ καλοῦ κατορθώσεως αἰσθανώμεθα, ὧν ἐνταῦθα κατὰ τὴν ἀπόρρητον τοῦ θεοῦ σοφίαν ποικίλως τὴν εἴδησιν ἐδεξάμεθα, ταῦτα τότε πόνων ἐκτὸς τῇ τοῦ πνεύματος χάριτι κατορθωμένα ἐν ἡμῖν ὁρῶντες, καίτοιγε ἐπὶ τοῦ παρόντος οὐδὲ μετὰ πόνων παραπλησίως τοῖς τότε καθαρεύειν τῆς τῶν ἀτόπων δυνάμενοι πράξεως. ταῦτα ἡμῖν εἴρηται ἐπὶ τὸ σαφέστερον γενέσθαι τί ποτε ὁ ἀπόστολος βούλεται λέγειν τὸ τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; ὡς γὰρ ἐκείνου μὲν πρὸς τὴν τῶν ἐνθάδε συντελοῦντος τελείωσιν. διὰ δὲ τοῦτο ἡμῶν ἐπὶ τοῦ παρόντος βίου γεγονότων θνητῶν, ἵνα τῆς ἀρετῆς ἡ διδασκαλία κατὰ τὸ προσῆκον ἡμῖν ἐγγένηται πρότερον , εἶτα τῶν μελλόντων ἐπὶ τελείᾳ κατορθώσει τῶν ἐγνωσμένων δεξόμεθα τὴν ἀπόλαυσιν, τοῦτο λέγει, ὅτι ὀλίγοι πεπιστευκότες ἐξ αὐτῶν αἴτιοι τῆς τῶν ἐξ ἐθνῶν σωτηρίας ἐγένοντο καὶ δι' ἐκείνων τὸ τυχεῖν τῆς παρὰ τοῦ θεοῦ καταλλαγῆς ὑπῆρξε μικροῦ παντὶ τῷ κόσμῳ. εἰ δὲ πάντες ἐπίστευσαν Ἰουδαῖοι ἀκόλουθα τῇ τοῦ νόμου παιδαγωγίᾳ φρονήσαντες, πρόδηλον μὲν ὡς ἑτοιμοτέρα καὶ τοῖς ἔθνεσι διὰ τῆς τούτων συμφωνίας ἡ ἐπὶ τὸν Χριστὸν ἐγίνετο πίστις· πᾶσι δὲ λοιπὸν τοῦ τῆς εὐσεβείας ἐνόντος μαθήματος, οὐδὲν ἂν ἐκώλυσε τῶν νεκρῶν τὴν ἀνάστασιν ἀκολουθῆσαι τούτοις τὸ τελειότατον ἀγαθόν, καὶ οὐ δὴ ταύτης ἕνεκεν τῆς αἰτίας οὐ τετυχήκαμεν ἄχρι τοῦ δεῦρο ὥστε ἀκριβῆ πρότερον ἡμῖν τοῦ καλοῦ τὴν μάθησιν ἐγγενέσθαι, ὡς εἴγε τοῦτο ὑπῆρξεν, εἵπετο κἀκεῖνο πάντως. ὁ μέντοι μακάριος Παῦλος ἐπειδὴ ἀπεφήνατο τὴν μεταβολὴν αὐτῶν ἐκ ἀγαθοῦ δεῖν τίθεσθαι μοίρᾳ, τοῦτον ἔχων δι' ὅλου σκοπὸν τοὺς ἐξ ἐθνῶν παιδεῦσαι προσίεσθαι μᾶλλον αὐτούς , μὴ μὴν ἀπωθεῖσθαι βουλομένους προσιέναι τῷ τῆς εὐσεβείας μαθήματι, πειρᾶται καὶ ἀπὸ πραγμάτων δεικνύναι ὡς οὐκ ἄδεκτοι, σπουδῆς δὲ ἄξιοι πρὸς τὸ κρεῖττον βουλόμενοι ῥέπειν καί φησιν 158. Ro+m 11,16 Τινὲς ταὐτὸ λέγειν τὸν ἀπόστολον τήν τε ἀπαρχὴν καὶ τὴν ῥίζαν ᾠήθησαν, οὐδὲ ἐκεῖνο λογισάμενοι ὅτι ἡ μὲν ἀπαρχὴ μετὰ τὴν τοῦ παντὸς ἐκλέγεται συλλογήν, ἡ δὲ ῥίζα ἀρχή τις νενόμισται πράγματος· ὅθεν κἀνταῦθα ἀκολούθως ἀπαρχὴν μὲν ἐκάλεσε τὸν Χριστόν, ὡς ἂν ἐκ παντὸς εἰλημμένον τοῦ τῶν Ἰουδαίων συλλόγου, ῥίζαν δὲ λέγει τὸν Ἀβραάμ, ἐξ οὗπερ ἅπαν ἔφυ τὸ γένος, καλῶς ἐξ ἑκατέρου τὸ πρὸς τὴν εὐσέβειαν αὐτῶν ἐπιτήδειον εἰπεῖν προθέμενος, εἰ μὴ γνώμῃ τὰ χείρονα αἱροῖντο· γέλοιον γὰρ τὴν μὲν ἀπαρχὴν αὐτῶν ἁπάσης ἀξίαν ἡγεῖσθαι τιμῆς, τουτουσὶ δὲ προσιέναι βουλομένους τῷ τῆς εὐσεβείας μαθήματι ἀπωθεῖσθαι ὡς οὐκ ἀξίους τοῦ πράγματος. Ro+m 11,19-21 Θαυμάσαι ἄξιον ὅπως ἀπὸ τούτων ἐφ' οἷς δὴ μάλιστα μέγα φρονεῖν οἱ ἐξ ἐθνῶν ἐδόκουν, ὅτι τε συναλγεῖν αὐτοὺς τοῖς Ἰουδαίων κακοῖς καὶ ὅτι φοβεῖσθαι μᾶλλον αὐτοὺς ἐφ' ἑαυτοῖς προσῆκον εἴη ἄν, συνέστησεν ἀκριβῶς· τί γὰρ μεγάλα, φησί, φρονεῖς, ὅτι οἱ μὲν ἀπεβλήθησαν, σὺ δὲ εἰσεποιήθης; ἀλλ' οὐ δίκαιον τὸν ἐν τοῖς ἐκείνων καυχώμενον μὴ καὶ τὰς συμφορὰς αὐτῶν νομίζειν οἰκείας, ἀλλὰ καὶ φοβεῖσθαι πλέον διὰ τοῦτο προσῆκεν ὑμᾶς τῇ ἐκείνων σωφρονιζομένους μνήμῃ. Ro+m 11,22 Σὺ μέντοι, φησίν, ἔξεστι δι' ἑκατέρου τὸ πρέπον παιδεύεσθαι, καὶ λογιζόμενος μὲν τὴν περὶ σὲ τοῦ θεοῦ φιλοτιμίαν ἧς ἠξιώθης διὰ τὴν πίστιν, προθυμότερος γίνου περὶ τὴν εὐσέβειαν, ἐννοῶν δὲ ὅπως ἐκείνους διὰ τὴν ἀπιστίαν ἀπεποιήσατο, πάσῃ δυνάμει μὴ τοῖς αὐτοῖς περιπεσεῖν φυλάττου· ἀποτομίαν γὰρ οὐκ ὠμότητα λέγει ἀλλὰ τὴν ἀποτομήν, ἀντὶ τοῦ ὅπως διεῖλεν αὐτοὺς καὶ ἀπέτεμεν τοῦ καταλόγου τῶν εὐσεβῶν. ἐάν τε οὖν ὑμεῖς μεταβληθῆτε τὴν γνώμην, φησίν, οὐδὲν ὄφελος ἔσται τῶν