27
κλήρου Νεφθαλείμ. Σοηνή ̣Ez 29, 10 ̣. πόλις Θηβαΐδος. ἐν Ἱεζεκιήλ. Σάις ̣Ez 30, 15 ̣. πόλις Αἰγύπτου * * * * * Σάδαλα ̣Ez 47, 15̣. ὅριον τῆς Ἰουδαίας, ὡς ἐν Ἱεζεκιήλ. Σαβαρείμ ̣Ez 47, 16̣. «ἀνὰ μέσον ὁρίων ∆αμασκοῦ καὶ Αἰμάθ», ὡς ἐν Ἱεζεκιήλ. Σαλισά ̣Jer 48, 34̣. Ἀʹ τριετής, ὡς ἐν Ἱερεμίᾳ. 164 Συχάρ ̣Joh 4, 5 ̣. πρὸ τῆς Νέας πόλεως πλησίον τοῦ χωρίου, οὗ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. ἐν ᾗ ὁ Χριστὸς κατὰ τὸν Ἰωάννην τῇ Σαμαρείτιδι παρὰ τῇ πηγῇ διαλέγεται. καὶ εἰς ἔτι νῦν δείκνυται. Στοιχεῖον Τ. Ἀπὸ τῆς Γενέσεως. Τίγρις ̣Gen 2, 14̣. ποταμὸς ἀπὸ τοῦ παραδείσου ἐξιών, φερόμενος μέν, ὡς ἡ γραφή, «κατέναντι Ἀσσυρίων», ἐκπίπτων δὲ «ἐπὶ τὴν ἐρυθρὰν θάλασσαν», ὥς φησιν Ἰώσιππος, καλεῖσθαί τε Τίγριν διὰ τὴν ὀξύτητα, ἐμφερῶς τῇ τοῦ ὁμωνύμου ζῴου προσηγορίᾳ. Τερέβινθος ἡ ἐν Σικίμοις ̣Gen 35, 4 ̣. ὑφ' ἣν ἔκρυψε «τοὺς θεοὺς τοὺς ἀλλοτρίους» Ἰακώβ, πλησίον Νέας πόλεως. Ἀπὸ τοῦ Ἰησοῦ. Τινά ̣Jos 15, 22̣. φυλῆς Ἰούδα. Τελέμ ̣Jos 15, 24̣. φυλῆς Ἰούδα. Τεσσάμ ̣Jos 15, 52? ̣. φυλῆς Ἰούδα. Τύρος ̣Jos 19, 35 ̣. φυλῆς Νεφθαλείμ. Κριτῶν. Ταβάθ ̣Richt 7, 22 ̣. ἔνθα ἐπολέμησαν τὴν Μαδιάμ. Τώβ ̣Richt 11, 3 ̣. γῆ, ἔνθα κατῴκησεν Ἰεφθαέ. Ταφέθ ̣II Kön 23, 10̣. «ἐν φάραγγι υἱοῦ Ἐννόμ», ἔνθα εἰδωλολατρεῖ ὁ λαός, ἐν προαστείοις Ἱερουσαλήμ. Τάνις ̣Jes 19, 11 ̣. πόλις Αἰγύπτου. ἐν Ἡσαΐᾳ καὶ ἐν Ἱεζεκιήλ. Ταφνάς ̣Hos 9, 6? ̣. πόλις Αἰγύπτου. ἐν Ὠσηὲ καὶ ἐν Ἱεζεκιὴλ καὶ ἐν Ἱερεμίᾳ. ἔνθα κατῴκησαν οἱ μετὰ Ἱερεμίου εἰσελθόντες εἰς Αἴγυπτον Ἰουδαῖοι. 166 Τραχωνῖτις χώρα ̣Luc 3, 1̣ ἡ καὶ Ἰτουραία, ἧς ἐτετράρχει Φίλιππος κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν. κεῖται καὶ ἀνωτέρω. ἔστιν δὲ καὶ ἐπέκεινα Βόστρων κατὰ τὴν ἔρημον πρὸς νότον ὡς ἐπὶ ∆αμασκόν. Στοιχεῖον Φ. Ἀπὸ τῆς Γενέσεως. Φεισών ̣Gen 2, 11 ̣. ἑρμηνεύεται πληθύς. ἔστιν δὲ ποταμὸς ὃν Ἕλληνες Γάγγην ὀνομάζουσιν· ἐκ μὲν τοῦ παραδείσου προϊών, ἐπὶ δὲ «τὴν Ἰνδικὴν φερόμενος ἐκδίδωσιν εἰς τὸ πέλαγος». λέγεται δὲ κυκλοῦν «πᾶσαν γῆν Εὐιλάτ», οὗ τὸ καλὸν χρυσίον καὶ «ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος». Φαράν ̣Gen 14, 6̣. πόλις ἐστὶν ὑπὲρ τὴν Ἀραβίαν, παρακειμένη τοῖς ἐπὶ τῆς ἐρήμου Σαρακηνοῖς, δι' ἧς ὥδευσαν οἱ υἱοὶ Ἰσραήλ, ἀπάραντες ἀπὸ Σινᾶ. κεῖται δὲ καὶ ἐπέκεινα τῆς Ἀραβίας ἐπὶ νότον, ἀπέχει δὲ Ἀϊλὰ πρὸς ἀνατολὰς ὁδὸν τριῶν ἡμερῶν, οὗ, φησὶν ἡ γραφή, κατῴκησεν Ἰσμαήλ, ὅθεν οἱ Ἰσμαηλῖται. λέγεται δὲ καὶ Χοδολλαγόμωρ κατασκῆψαι τοὺς ἐν τῇ «Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ». Φυλιστιείμ ̣Gen 21, 34 ̣. ἡ νῦν Ἀσκαλὼν καλουμένη, καὶ ἡ περὶ αὐτὴν χώρα τῆς Παλαιστίνης ἐπίσημος. Φρέαρ ὁρκισμοῦ ̣Gen 21, 30f. ̣. ὃ ὤρυξεν Ἁβραάμ, ἔνθα ὤμοσεν. αὕτη νῦν καλεῖται Βηροσοβὰ ἐν τῇ Γεραριτικῇ. Φρέαρ ὁράσεως ̣Gen 24, 62̣. ἐπὶ τῆς ἐρήμου, ἔνθα κατῴκει Ἰσαάκ. Φρέαρ κρίσεως ̣Gen 26, 20f. ̣. εἰς ἔτι νῦν ἐστι κώμη Βηρδὰν καλουμένη ἐν τῇ Γεραριτικῇ. 168 Φρέαρ ὅρκου ̣Gen 26, 33 ̣. ἔνθα ὤμοσαν Ἰσαὰκ καὶ Ἀβιμέλεχ. λέγεται δὲ καὶ πόλις Ἰσαάκ. καὶ πλείονά ἐστι φρέατα ἐν τῇ γραφῇ, καὶ εἰς ἔτι νῦν ἐν τῇ Γεραριτικῇ καὶ ἐπ' Ἀσκαλῶνος δείκνυται. Φανουήλ ̣Gen 32, 30̣. ἐν ᾧ πᾶσαν νύκτα παλαίσας Ἰακὼβ Ἰσραὴλ μετωνομάσθη παρὰ τὸν χειμάρρουν Ἰαβόκ. * * * * * οὕτως ἐν τῷ Ἑβραϊκῷ καλεῖται. Φογώρ ̣Gen 36, 39 ̣. πόλις Ἀδὰδ ἐν τῇ Γεβαλιτικῇ. Φινών ̣Gen 36, 41 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. ἦν δὲ καὶ πόλις ἡγεμόνων Ἐδώμ. αὕτη δέ ἐστι Φαινὼν ἔνθα τὰ μέταλλα τοῦ χαλκοῦ, μεταξὺ κειμένη Πέτρας πόλεως καὶ Ζωόρων. Ἐξόδου. Φιθώμ ̣Ex 1, 11 ̣. πόλις ἐν Αἰγύπτῳ, ἣν ᾠκοδόμησαν οἱ υἱοὶ Ἰσραήλ. Ἀριθμῶν καὶ ∆ευτερονομίου. Φάραγξ βότρυος ̣Num 13, 24f. ̣. ὅθεν οἱ κατάσκοποι ἔλαβον καρπὸν εἰς δεῖγμα τῆς γῆς, ἥτις λέγεται εἶναι ἡ Γοφνά, ἄμπελος ἑρμηνευομένη, ἀπέχουσα Αἰλίας σημείοις ιεʹ. κατὰ τὴν ὁδὸν τὴν εἰς Νέαν πόλιν ἄγουσαν. ζητεῖται δὲ εἰ ἀληθὴς ὁ λόγος. Φίν ̣Num 33, 42 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Φάραγξ Ζαρέ ̣Num 21, 12 ̣. μέρος τι τῆς ἐρήμου. Φρέαρ ἐπὶ τῆς ἐρήμου ̣Num 21, 16̣. ἔνθα ἦν ὁ λαός. Φαθουρά ̣Num 22, 5 ̣. ὑπὲρ τὴν Μεσοποταμίαν πόλις, ἔνθα ἦν Βαλαάμ. κεῖται δὲ καὶ πλησίον Ἐλευθεροπόλεως ἄλλη