1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

27

δόξης προσλάβοιτο, ποιμαίνων ποιμαίνοντας, καὶ ὁδηγῶν ὁδηγοῦντας· ὡς ἂν ποιμαίνοιμεν τὸ ποίμνιον αὐτοῦ μετ' ἐπιστήμης, ἀλλὰ μὴ ἐν σκεύεσι ποιμένος ἀπείρου, τὸ μὲν ἐν εὐλογίᾳ, τὸ δὲ ἐν κατάρᾳ τοῖς πάλαι κείμενον· αὐτὸς δοίη δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· καὶ παραστήσειεν αὐτὸς ἑαυτῷ λαμπρὰν τὴν ποίμνην καὶ ἄσπιλον, καὶ τῆς ἄνω μάνδρας ἀξίαν, ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων, ἐν τῇ τῶν ἁγίων λαμπρότητι· ὡς ἂν ἐν τῷ ναῷ αὐτοῦ πάντες λέγωμεν δόξαν, ποίμνη τε ὁμοῦ καὶ ποιμένες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ πᾶσα δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.