27
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Πρὸς τοὺς λέγοντας, πάλιν ἐν βρώσει καὶ ἐν πόσει εἶναι τῶν ἐλπιζομένων
ἀγαθῶν τὴν ἀπό λαυσιν, διὰ τὸ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ γε γράφθαι διὰ τούτων τὸν ἄνθρωπον ζῇν. Ἀλλ' ἴσως τις οὐκ εἰς τὸ αὐτὸ πάλιν τῆς ζωῆς εἶδος ἐπανελεύσεσθαι λέγει τὸν ἄνθρωπον, εἴγε πρό τερον μὲν ἐν τῷ ἐσθίειν ἦμεν, μετὰ ταῦτα δὲ τῆς τοιαύτης λειτουργίας ἀφεθησόμεθα. Ἀλλ' ἐγὼ τῆς ἁγίας ἀκούων Γραφῆς, οὐ μόνον σωματικὴν ἐπί σταμαι βρῶσιν, οὐδὲ τὴν διὰ σαρκὸς εὐφροσύνην, ἀλλά τινα καὶ ἑτέραν οἶδα τροφὴν, ἀναλογίαν τινὰ πρὸς τὴν τοῦ σώματος ἔχουσαν, ἦς ἡ ἀπόλαυσις ἐπὶ μόνην τὴν ψυχὴν διαβαίνει. Φάγετε τῶν ἐμῶν ἄρτων, ἡ Σοφία τοῖς πεινῶσι διακελεύεται· καὶ μακαρίζει τοὺς τὴν τοιαύτην βρῶσιν πεινῶντας ὁ Κύριος. «Καὶ εἴ τις διψᾷ, φησὶν, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω.» Καὶ ὁ μέγας Ἡσαΐας, Πίετε εὐφροσύνην, τοῖς δυνατοῖς ἐπαΐειν τῆς μεγαλοφυΐας αὐτοῦ ἐγκελεύεται. Ἔστι δέ τις καὶ ἀπειλὴ προφητικὴ κατὰ τῶν τιμωρίας ἀξίων, ὡς λιμῷ κολασθησομένων· ὁ δὲ λιμὸς οὐκ ἄρτου τίς ἐστιν ἀπορία καὶ ὕδατος, ἀλλὰ λόγου ἐπίλειψις. Οὐ λιμὸν γὰρ ἄρτου φησὶν, ἢ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγων Κυρίου. Οὐκοῦν τῆς τοῦ Θεοῦ φυτείας τῆς ἐν Ἐδὲμ (τρυφὴ δὲ ἡ Ἐδὲμ ἑρμηνεύεται) ἄξιόν τινα τὸν καρπὸν ἐννοῆσαι προσ ήκει, καὶ τρέφεσθαι διὰ τούτου μὴ ἀμφιβάλλειν τὸν ἄνθρωπον· καὶ μὴ πάντως τὴν παροδικὴν καὶ ἀπόῤ ῥυτον ταύτην τροφὴν ἐπὶ τῆς τοῦ παραδείσου διαγω γῆς ἐννοεῖν. «Ἀπὸ παντὸς, φησὶ, ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ.» Τίς δώσει τῷ ὑγιεινῶς πεινῶντι τὸ ξύλον ἐκεῖνο, τὸ ἐν τῷ παραδείσῳ, τὸ παντὸς ἀγαθοῦ περιληπτικὸν, ᾧ ὄνομά ἐστι τὸ πᾶν, 197 οὗ χαρίζεται τῷ ἀνθρώπῳ τὴν μετουσίαν ὁ λόγος; τῷ γὰρ γενικῷ τε καὶ ὑπερκειμένῳ λόγῳ πᾶσα τῶν ἀγαθῶν ἰδέα πρὸς ἑαυτὴν συμφυῶς ἔχει, καὶ ἕν τι τὸ ὄλον ἐστί. Τίς δέ με τῆς συμμιγοῦς τε καὶ ἐπαμφο τεριζούσης τοῦ ξύλου γεύσεως ἀποστήσει; πάντως γὰρ οὐκ ἄδηλον τοῖς διορατικωτέροις, τί τὸ πᾶν ἐκεῖνο, οὗ καρπὸς ἡ ζωὴ, καὶ πάλιν, τί τὸ ἐπίμικτον τοῦτο, οὗ πέρας ὁ θάνατος. Ὁ γὰρ τοῦ παντὸς τὴν ἀπόλαυσιν ἀφθόνως προθεὶς, λόγῳ τινὶ πάντως καὶ προμηθείᾳ τῆς τῶν ἐπικοίνων μετουσίας ἀπείργει τὸν ἄνθρωπον. Καί μοι δοκεῖ τὸν μέγαν ∆αβὶδ, καὶ τὸν σοφὸν Σολομῶντα διδασκάλους τῆς τοῦ λόγου τού του παραλαβεῖν ἐξηγήσεως. Ἀμφότεροι γὰρ τῆς συγ κεχωρημένης τρυφῆς μίαν ἡγοῦνται τὴν χάριν, αὐτὸ τὸ ὄντως ἀγαθὸν, ὃ δὴ καὶ πᾶν ἐστιν ἀγαθόν. ∆αβὶδ μὲν λέγων, «Κατατρύφησον τοῦ Κυρίου·» Σολομὼν δὲ τὴν σοφίαν αὐτὴν, ἥτις ἐστὶν ὁ Κύριος, ξύλον ζωῆς ὀνομάζων. Οὐκοῦν ταὐτόν ἐστι τῷ τῆς ζωῆς ξύλῳ τὸ πᾶν ξύλον, οὗ τὴν βρῶσιν τῷ κατὰ Θεὸν πλασθέντι ὁ λόγος δίδωσιν. Ἀντιδιαιρεῖται δὲ τῷ ξύλῳ τούτῳ ἕτερον ξύλον, οὗ ἡ βρῶσις καλοῦ καὶ κακοῦ γνῶσίς ἐστιν, οὐκ ἰδιαζόντως ἑκάτερον τῶν κατὰ τὸ ἐναντίον σημαινομένων ἐν μέρει καρποφοροῦντος· ἀλλά τινα συγκεχυμένον καὶ σύμμικτον καρπὸν ἐξανθοῦντος ταῖς ἐναντίαις συγκεκραμένον ποιότησιν, οὗ κωλύει μὲν τὴν βρῶσιν ὁ ἀρχηγὸς τῆς ζωῆς, συμβουλεύει δὲ ὁ ὄφις, ἵνα τῷ θανάτῳ κατασκευάσῃ τὴν εἴσοδον. Καὶ πιθανὸς γίνεται συμβουλεύσας, εὐχροίᾳ τινὶ καὶ ἡδονῇ τὸν καρπὸν περιχρώσας, ὡς ἂν ὀφθείη τε ἡδέως, καὶ τὴν ὄρεξιν πρὸς τὴν γεῦσιν ὑπερεθίσειεν.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Τίς ἡ ἐν τῷ παραδείσῳ ζωὴ, καὶ τί τὸ ἀπηγορευ μένον ξύλον. Τί οὖν ἐκεῖνό
ἐστιν, ὃ καλοῦ τε καὶ κακοῦ συγκε κραμένην ἔχει τὴν γνῶσιν, ταῖς δι' αἰσθήσεως ἡδοναῖς ἐπηνθισμένον; Ἄρα μὴ πόῤῥω τῆς ἀληθείας παρα στοχάσομαι, τῇ τοῦ γνωστοῦ διανοίᾳ εἰς ἀφορμὴν τῆς θεωρίας συγχρώμενος. Οἶμαι γὰρ οὐκ ἐπιστήμην