1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

27

Πλανᾷ τὸν ὄχλον· ὁ δὲ λῃστὴς μὴ προφητῶν ἀκούσας, μὴ θαύματα ἰδὼν, ἰδὼν ἐπὶ τοῦ σταυροῦ προσηλωμένον, οὐ προσέσχε τῇ ἀτιμίᾳ, οὐκ εἶδε τὴν ἀδοξίαν, ἀλλ' εἰς τὴν θεότητα αὐτὴν ἰδὼν, Μνήσθητί μου, φησὶν, ἐν τῇ βασιλείᾳ σου. Καινὸν τοῦτο καὶ παράδοξον. Σταυρὸν ὁρᾷς, καὶ βασιλείας μέμνησαι; Τί βασιλείας ἄξιον εἶδες; Ἐσταυρωμένον ἄνθρωπον, ῥαπιζόμενον, χλευαζόμενον, κατηγορούμενον, ἐμπτυόμενον, μαστιζόμενον· ταῦτα οὖν βασιλείας ἄξια, εἰπέ μοι; Ὁρᾷς ὅτι τοῖς τῆς πίστεως ἔβλεπεν ὀφθαλμοῖς, καὶ οὐ τὰ φαινόμενα ἐξήταζε; ∆ιὰ τοῦτο οὔτε ὁ Θεὸς τὰ ῥήματα ἐξήταζε τὰ ψιλὰ, ἀλλ' ὥσπερ οὗτος εἶδεν εἰς τὴν θεότητα, οὕτως ὁ Θεὸς εἶδεν εἰς τὴν καρδίαν τοῦ λῃστοῦ, καί φησι· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐνταῦθα προσέχετε· ζήτημα γὰρ οὐ τὸ τυχὸν ἐπιφύεται. Καὶ γὰρ οἱ Μανιχαῖοι, οἱ κύνες, οἱ ἐννεοὶ καὶ λυττῶντες, τὸ σχῆμα μὲν ἐπιδείκνυνται ἐπιεικείας, τὴν χαλεπὴν δὲ ἔνδον ἔχουσι τῶν κυνῶν μανίαν, καὶ κατακρύπτουσι τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον. Ἀλλὰ μὴ τὸ φαινόμενον ἴδῃς, ἀλλὰ τὸ ἔνδον κεκρυμμένον θηρίον ἐξέτασον. Οὗτοι τοίνυν ἐπιλαβόμενοι τοῦ χωρίου τούτου φασίν· Εἶπεν ὁ Χριστός· Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· οὐκοῦν ἀντίδοσις ἤδη γέγονε τῶν ἀγαθῶν, καὶ περιττὴ ἡ ἀνάστασις. Εἰ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπέλαβεν ὁ λῃστὴς τὰ ἀγαθὰ, τὸ δὲ σῶμα αὐτοῦ οὐκ ἀνέστη οὐδέπω καὶ τήμερον, οὐκ ἔσται σωμάτων λοιπὸν ἀνάστασις. Ἆρα ἐνοήσατε τὸ λεχθὲν, ἢ δεύτερον αὐτὸ πάλιν εἰπεῖν ἀνάγκη; Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἰσῆλθεν οὖν, φησὶν, εἰς τὸν παράδεισον ὁ λῃστὴς οὐ μετὰ τοῦ σώματος· πῶς γὰρ, ὁπότε οὐκ ἐτάφη τὸ σῶμα αὐτοῦ, οὐδὲ διελύθη καὶ κόνις ἐγένετο; καὶ οὐδαμοῦ εἴρηται, ὅτι ἀνέστησεν ὁ Χριστὸς αὐτόν. Εἰ δὲ εἰσήγαγε τὸν λῃστὴν, καὶ χωρὶς τοῦ σώματος ἀπέλαυσε τῶν ἀγαθῶν, εὔδηλον ὅτι σώματος οὐκ ἔστιν ἀνάστασις. Εἰ γὰρ ἦν σώματος ἀνάστασις, οὐκ ἂν εἶπε· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, ἀλλ', ἐν τῷ καιρῷ τῆς συντελείας, ὅταν σωμάτων ἀνάστασις ᾖ. Εἰ δὲ ἤδη εἰσήγαγε τὸν 54.614 λῃστὴν, τὸ δὲ σῶμα αὐτοῦ φθαρὲν ἔμεινεν ἕξω, εὔδηλον ὅτι σωμάτων ἀνάστασις οὐκ ἔστι. Ταῦτα ἐκεῖνοι· δέχεσθε δὲ λοιπὸν καὶ τὰ παρ' ἡμῶν, μᾶλλον δὲ οὐ τὰ παρ' ἡμῶν, ἀλλὰ τὰ παρὰ τῆς θείας Γραφῆς· οὐ γὰρ τὰ ἡμέτερα λέγομεν, ἀλλὰ τὰ τοῦ ἁγίου Πνεύματος. Τί λέγεις; οὐ κοινωνεῖ τῶν στεφάνων ἡ σάρξ; Ἀλλ' ἐν μὲν τοῖς πόνοις ἐκοινώνησεν, ἐν δὲ τοῖς μισθοῖς ἀποστερεῖται; καὶ ὅτε μὲν ἀγωνίζεσθαι ἔδει, τὸ πλέον ἐδέξατο τῶν ἱδρώτων· ὅτε δὲ στεφάνων καιρὸς, μόνη ἡ ψυχὴ στεφανοῦται; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος, ὅτι Παραστῆναι ἡμᾶς δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ ἴδια τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν; Οὐκ ἀκούεις αὐτοῦ λέγοντος πάλιν· ∆εῖ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Τὸ θνητὸν, ποῖον; τὴν ψυχὴν, ἢ τὸ σῶμα; Εὔδηλον ὅτι τὸ σῶμα· ἡ γὰρ ψυχὴ φύσει ἀθάνατος, θνητὸν δὲ φύσει τὸ σῶμα. Ἀλλὰ πολλὰ περικόπτουσι τούτων· πλὴν καὶ ἀπ' αὐτῶν τῶν ὑπολελειμμένων τὴν συγγένειαν τῶν περικοπέντων ἐλέγξομεν. Εἰσῆλθεν εἰς τὸν παράδεισον ὁ λῃστὴς, φησί. Καὶ τί τοῦτο; μὴ γὰρ ταῦτά ἐστι τὰ ἀγαθὰ, ἅπερ ὁ Θεὸς ἡμῖν ἐπαγγέλλεται; εʹ. Οὐκ ἀκούεις τοῦ Παύλου περὶ τὰ ἀγαθὰ ἐκεῖνα τί φησιν; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς εἶδε τοῦ Ἀδὰμ, καὶ οὖς ἤκουσε, καὶ καρδία ἀνθρώπου ἐδέξατο· περὶ γὰρ αὐτοῦ τοσαύτας ἡμέρας διαλεγόμεθα· πῶς οὖν ἀπέλαβε τὰ ἀγαθὰ ὁ λῃστής; Οὐ γὰρ εἰς παράδεισον ἐπαγγέλλεται εἰσαγαγεῖν ἡμᾶς ὁ Θεὸς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν· οὐδὲ βασιλείαν παραδείσου, ἀλλὰ βασιλείαν οὐρανῶν ἐκήρυξεν. Ἤρξατο γὰρ, φησὶ, κηρύττειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ, οὐχ ἡ βασιλεία τοῦ παραδείσου, ἀλλ', ἡ