1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

27

κριτήριον αὐ τὸν λαβόντα. Ἵνα γὰρ μὴ χρόνου νομίσῃς εἶναι τοῦτο, φησί· Ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐ τοῦ οὐ διαφθαρήσεται· ἀλλ' ἕστηκε καὶ μένει. Εἰ δὲ ἀπιστεῖς, ἀπὸ πραγμάτων πείθου. Εἶδες ὁμοτιμίαν αὐτοῦ πρὸς τὸν Πατέρα; Ἐπειδὴ γὰρ ὕστερος ἐφάνη τοῦ Πατρὸς, διὰ τοῦτό φησι, ὅτι ἦλθε μετὰ τῶν νεφε λῶν. Ὅτι δὲ ἦν καὶ πρώην, δῆλον ἐκ τῶν νεφελῶν· ἐπὶ τῶν νεφελῶν γὰρ ἔρχεται. Καὶ αὐτῷ προσηνέχθη ἡ τιμή. Ἣν εἶχε, τουτέστι. Καὶ λαοὶ, φυλαὶ, γλῶσ σαι αὐτῷ δουλεύσουσι. Τὴν μὲν γὰρ ἀρχὴν εἶχεν ἄνω, τότε δὲ ἔλαβεν αὐτὴν ἣν εἶχεν. Ὥσπερ γὰρ ἐπὶ τοῦ Πατρὸς νοεῖς τὰς τρίχας, καὶ τὰ λοιπά· οὕτω καὶ τοῦτο. Τὸ δὲ Ἐδόθη, καὶ ὅσα τοιαῦτα ἀκούων, 56.233 μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς, μηδὲ ταπεινὸν περὶ τοῦ Υἱοῦ. Ὥσπερ γὰρ γεγηρακότα ὁρῶν, οὐχὶ γέροντα ὑποπτεύεις, οὕτω καὶ τὰ λοιπά. Μὴ γὰρ ζήτει τὴν σαφήνειαν ἐν ταῖς προφητείαις, ἔνθα σκιαὶ καὶ αἰνίγ ματα· ὥσπερ ἐπὶ τῆς ἀστραπῆς οὐ ζητεῖς διηνεκὲς φῶς, ἀλλὰ ἀρκεῖ φανῆναι μόνον. Ἔφριξε τὸ πνεῦμα μου, ἐγὼ ∆ανιὴλ ἐν τῇ ἔξει μου· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάρασσόν με. Εἰκότως ὑπὸ τῆς ὄψεως τῶν ὁρωμένων. Πατέρα καὶ Υἱὸν οὗτος καὶ πρῶ τος καὶ μόνος ὁρᾷ, ὡς ἐν ὄψει. Τί ἂν ἔχοιεν Ἰουδαῖοι πρὸς τοῦτο εἰπεῖν; Μελλούσης γὰρ τῆς παρουσίας αὐτοῦ λοιπὸν ἐγγυτέρω εἶναι, εἰκότως καὶ αἱ ὄψεις θαυμασταὶ φαίνονται. Καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐ τοῦ μαθεῖν περὶ τούτων πάντων. Καὶ εἶπέ μοι τὴν ἀλήθειαν, καὶ τῶν λόγων τὴν σύγκρισιν ἐγνώρισέ μοι. Ἐρωτᾷ τί ποτέ ἐστι τὰ φαινόμενα· καὶ μανθάνει περὶ τοῦ Ἀντιχρίστου, καὶ μανθάνει βασιλείαν τέλος οὐκ ἔχουσαν. Ταῦτα, φησὶ, τὰ θηρία τὰ μεγάλα, τέσσαρες βασιλεῖαι ἀναστήσονται. Καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι Ὑψίστου, καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος, καὶ ἕως αἰῶνος αἰώνων. Καὶ ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τετάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, καὶ φοβερὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, οἱ ὄνυχες αὐτοῦ χαλκοῖ· ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. Καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα, τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ, καὶ τοῦ ἑτέρου τοῦ ἀναβάντος, καὶ ἐκτινάξαντος τῶν προτέρων τρία· καὶ τὸ κέ ρας ἐκεῖνο, ᾧ ὀφθαλμοὶ αὐτῷ, καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν. Ἐθεώρουν, καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων, καὶ ἴσχυσε πρὸς αὐτοὺς, ἕως οὗ ἦλθεν ὁ Παλαιὸς τῶν ἡμερῶν, καὶ τὸ κρῖμα ἔδω κεν ἁγίοις Ὑψίστου· καὶ ὁ καιρὸς ἔφθασε, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι. Καὶ εἶπεν οὕ τως· Τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασι λείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμ πατήσει αὐτὴν, καὶ κατακόψει αὐτήν. Καὶ τὰ δέκα κέρατα αὐτοῦ δέκα βασιλεῖς ἀναστήσονται· καὶ ὀπίσω αὐτῶν ἀναστήσεται ἕτερος, ὃς ὑπερ οίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει. Καὶ λόγους πρὸς τὸν Ὕψι στον λαλήσει, καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώ σει, καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ. Καὶ τὸ κριτήριον ἐκάθισε· καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφανίσαι καὶ ἀπολέσαι ἕως τέλους. Καὶ ἡ βασιλεία, καὶ ἡ ἐξουσία, καὶ ἡ με γαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις Ὑψίστου· καὶ ἡ βασι λεία αὐτοῦ, βασιλεία αἰώνιος· καὶ πᾶσαι αἱ ἀρ χαὶ αὐτῷ δουλεύσουσι καὶ ὑπακούσονται. Ἕως 56.234 ὧδε τὸ πέρας τοῦ λόγου. Ἐγὼ ∆ανιήλ· οἱ διαλο γισμοί μου ἐπὶ πλεῖον συνετάρασσόν με, καὶ ἡ μορφή μου ἠλλοιώθη, καὶ τὸ ῥῆμα ἐν τῇ καρδίᾳ μου συνετήρησα. Καὶ τίνος ἕνεκεν οὐκ εἶπες, ἄν θρωπε; Ὅτι οὐδὲν πρὸς Ἰουδαίους ἦν· ἀλλὰ τοὐναντίον ἐν μὲν τοῖς ῥήμασι διὰ τῆς ἀσαφείας αὐτὰ συν εκάλυπτεν, ἐν δὲ τῷ προφήτῃ συνετήρησεν ἐν τῇ καρ δίᾳ. Καὶ γὰρ πρὸς τῷ τέλει φησίν· Ἰδοὺ οἱ λόγοι ἐσφραγισμένοι· καὶ βούλεται αὐτοὺς ἀσα φεῖς εἶναι. Τοῦτο ποιεῖ καὶ αὐτὸς διὰ παραβολῶν λέ γων. Ὅρα πανταχοῦ πῶς τὴν βασιλείαν ἐπαίρει, ἵνα μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς. Εἰ γὰρ καὶ πᾶσαν τὴν γῆν κατέσχον οἱ ἄνθρωποι, ἀλλ' οὐκ