1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

27

παρόντων, ἐκείνοις τε πάλιν ἔξεστι μεταβαλλομένοις τῆς παρὰ τοῦ θεοῦ τυχεῖν οἰκειώσεως 159. Ro+m 11,25 Οὐκ ὀκνήσω δέ, φησίν, ὑμῖν κἀκεῖνο εἰπεῖν, καίτοιγε ἄδηλον ὄν, ὥστε μὴ ἀγνοίᾳ τοῦ ἐσομένου δικαιότατα αὐτῶν ἀπεγνωκέναι νομίζειν ὑμᾶς· τὸ γὰρ ἵνα μὴ ἦτε παρ' ἑαυτοῖς φρόνιμοι, ἀντὶ τοῦ ἵνα μὴ νομίζητε συνετόν τι παρ' ἑαυτοῖς ἔχειν τὴν ἐκείνων ἀπόγνωσιν. τί δὲ τοῦτό ἐστιν; ὅτι οὐκ εἰς τὸ παντελὲς ἀλλότριοι τῆς εὐσεβείας οὗτοι μενοῦσιν, ἔσται δὲ καιρὸς καθ' ὃν ἐπιγνώσονται καὶ αὐτοὶ τἀληθές, ἐπειδὰν οἱ πανταχόσε ἄνθρωποι τὸ τῆς εὐσεβείας ὑποδέξωνται μάθημα, καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται· ἵνα εἴπῃ οἵ τε ἀπὸ τῆς φύσεως τὴν πρὸς τὸν Ἰσραὴλ συγγένειαν ἔχοντες, ἀντὶ τοῦ οἱ Ἰουδαῖοι, καὶ οἱ διὰ τῆς πίστεως ἀξίους ταύτης ἑαυτοὺς τῆς προσηγορίας καταστή σαντες, λέγει δὲ τοὺς ἐξ ἐθνῶν. Ro+m 11,28 Ἐκεῖνο τοίνυν ὑμᾶς εἰδέναι προσήκει, ὅτι ἐγὼ τοῦ μὲν εὐαγγελίου ἕνεκεν , ὅταν αὐτὸ διασύρειν βούλωνται, τὴν ὑμετέραν αἰτιώμενοι πρόσοδον καὶ ταύτην ὡς οἴονται ἀφορμὴν εὔλογον προϊσχόμενοι, τοῦ μὴ πείθεσθαι τοῖς ἡμετέροις διδάγμασιν, ἐχθροὺς αὐτοὺς εἶναι νενόμικα, ἅτε δὴ πολεμίους τῆς πίστεως· τότε γὰρ οὐδενὸς ἀφίσταμαι τῶν ὅσα πρὸς ἔλεγχον τῆς αὐτῶν κακίας εἰπεῖν προσήκει, διὰ δὲ τὴν πρὸς τοὺς πατέρας οἰκειότητα οὕτως αὐτοὺς περὶ πολλοῦ ποιεῖσθαι ἐσπούδακα, ὡς μηδὲ πάσχειν ἤν τι δέῃ ὑπὲρ τῆς αὐτῶν σωτηρίας ὀκνεῖν· οἶδα γὰρ ἀκριβῶς ὅτι οὐ θεὸς μεταμεληθεὶς ἐπὶ τῇ τῶν πατέρων ἐκλογῇ τούτους ἀπεποιήσατο, αὐτοὶ δὲ μοχθηρίᾳ γνώμης τῆς ἀπὸ τοῦ θεοῦ ἀλλοτριώσεως ἑαυτοῖς γεγόνασι πρόξενοι.

Ro+m 12,1 Ἐπειδὴ τοὺς δογματικοὺς συνεπέρανε λόγους, τῶν ἠθικῶν ἐντεῦθεν ἅπτεται, ἀναγκαιότατα ἀπὸ παρακλήσεως τὴν ἀρχήν. ποιούμενος· ἐν ἐκείνοις μὲν γὰρ οὐ χαλεπὸν ἦν τοῖς βουλομένοις μετὰ τὴν μάθησιν κατέχειν τὰ εἰρημένα, τῇ δέ γε ἀρετῇ καὶ πόνος συνέζευκται, ὥστε μετὰ πολλοῦ μέν τινα προσιέναι τοῦ ὄκνου τῇ αὐτῆς ἐργασίᾳ, καὶ ἀρχόμενον δὲ πολλοῦ δεῖσθαι καμάτου πρὸς τὴν κατόρθωσιν. ἐπικουφίζει τοίνυν τῇ παρακλήσει τοῦ πράγματος τὸ ἐπίπονον, δυσωπητικωτάτην δὲ εἰργάσατο τὴν παράκλησιν εἰπὼν διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ· ἐπειδὴ γὰρ πλείστην ἐν τοῖς δογματικοῖς περὶ τῆς τοῦ θεοῦ φιλανθρωπίας τὴν διδασκαλίαν ἐποιήσατο, ᾗ περὶ πάντας ἀνθρώπους χρῆται, ἀναγκαίως τῇ τούτων ὑπομνήσει δυσωπεῖ μᾶλλον αὐτοὺς ἀρετῆς 160 ἐπιμελεῖσθαι, δεικνὺς ὅτι οὐκ ἐφόδιον ῥᾳθυμίας αὐτοῖς ἐκεῖνο γίνεσθαι δίκαιον, τοὐναντίον δὲ πάλιν ἃ προσήκει τὴν σπουδὴν συνεισφέρειν, αἰσχυνομένους τὸ περὶ τὸν οὕτω χρηστὸν ἀγνώμονας φαίνεσθαι. τίς δὲ ἡ παράκλησις, παραστῆσαι τὰ σώματα ὑμῶν καὶ τὰ ἑξῆς; λέγει μὲν ὅτι ἀφορίσαι δίκαιον ὑμᾶς τὸ ἑαυτῶν σῶμα τῷ θεῷ, ὑπηρετούμενον αὐτοῦ τοῖς νόμοις, ἐπείπερ δίκαιον τὸ παρὰ τοῦ θεοῦ γεγονὸς μὴ κακίας ὄργανον εἶναι ἀλλὰ τῆς ἀρετῆς. τὸ μὲν οὖν παραστῆσαι ἀφορίσαι λέγει, ἐκ μεταφορᾶς αὐτὸ λαβὼν τῶν ἢ βασιλεῦσιν ἢ δεσπόταις πρὸς τὸ ὑπηρετεῖν παρεστώτων, οἷς ἕπεται πάντως τὸ τὰ ἀναγκαῖα τῆς ὑπηρεσίας πληροῦν, ὡς καὶ ἀνωτέρω ἔφη· μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἶτα ὡς ἐπὶ βασιλέως ἀκολούθως ἐπαγαγών· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡς ἐκ νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ. θαυμασιώτατα δὲ τὴν συμβουλὴν διὰ πάντων ἐπέτεινεν, οὐ τῷ παραστῆσαι μόνον εἰπεῖν ἀλλὰ καὶ τῷ θυσίαν αὐτὸ ὀνομάσαι· ἔδειξεν γὰρ ὡς οὐδενὶ λόγῳ προσῆκεν εἰς τὸ ἐναντίον κατακεχρῆσθαι τῇ τοῦ σώματος ὑπηρεσίᾳ, ἐπείπερ οὐδὲ τὰς προσαγομένας τῷ θεῷ κατὰ νόμον τῶν ἀλόγων θυσίας τῇ κοινῇ χρήσει παραδίδοσθαι τῶν ἀνθρώπων θεμιτὸν ἦν ἔτι. ζῶσαν δὲ ταύτην προσεῖπεν, ἐπειδὴ τὰ μὴν κατὰ νόμον προσκομισθέντα νεκρὰ μετὰ τὴν θυσίαν ἦν ὡς εἰκός, ταῦτα δὲ αὐτοῦ γε τούτου ἕνεκεν θεῷ προσήγετο, ὥστε ἐν τῷ