1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

28

ἀεὶ, οὐδὲ εἰς ἄπειρον αἰῶνα. Καὶ μή μοι λεγέτω τις, ὅτι βραχὺν χρόνον λέγει. Τὸ γὰρ, Οὐ παρελεύσεται, τί ἐστιν; οὐδὲ ἔθνει ἑτέρῳ δοθήσεται; Καὶ ὅρα τὰ κατὰ ∆α ρεῖον καὶ Μακεδόνας. Τίνος ἕνεκεν ταῦτα; ∆ιὰ τοὺς Ἰουδαίους. ∆ιὰ τοῦτο καὶ Ἀλέξανδρος προσεκύνησε τὸν ναὸν, ὥς φασι, τὸ βιβλίον τοῦτο ἰδών· καὶ Ἕλλη νες ἐθαύμασαν αὐτοῦ τὴν ἰσχὺν τῆς προῤῥήσεως. Περὶ τούτων οὐδεὶς εἶπεν, ἀλλ' ἢ οὗτος μόνος.

ΚΕΦΑL. Ηʹ.

Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ ὅρασις ὤφθη πρός με, ἐγὼ ∆ανιὴλ,

μετὰ τὴν ὀφθεῖσάν μοι ἐν τῇ ἀρχῇ. Καὶ εἶδον ἐν τῇ ὁράσει· καὶ ἐγέ νετο ἐν τῷ ἰδεῖν με, καὶ ἤμην ἐν Σούσοις τῇ βά ρει, ἥ ἐστιν ἐν χώρᾳ Ἐλάμ. Καὶ εἶδον ἐν ὁράματι, καὶ ἤμην ἐπὶ τοῦ Οὐβάl. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον· καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβάλ· καὶ αὐτῷ κέρατα, καὶ τὰ κέρατα ὑψη λά· καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτων. Καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤ ῥᾶν, καὶ νότον, καὶ λίβα· καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρού μενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη. Καὶ ἐγὼ ἤμην συνιών· καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ ἐκείνῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ ἦλθεν ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, ὃν εἶδον ἑστῶτα ἐνώπιον τοῦ Οὐβάλ· καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ὀργῇ τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶ δον αὐτὸν φθάσαντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ. Καὶ ἔῤῥιψεν αὐ τὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα. Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα· καὶ ἀνέβη τέσσαρα κέρατα ὑπο κάτωθεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ 56.235 οὐρανοῦ. Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νό τον, καὶ πρὸς ἀνατολὴν, καὶ πρὸς τὴν δύ σιν. Καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐ ρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπά τησεν αὐτούς. Καὶ ἕως ἄρχοντος τῆς δυνάμεως ἡδρύνθη· καὶ δι' αὐτὸν θυσία ἐταράχθη, καὶ ἐγενήθη, καὶ κατευωδώθη αὐτῷ. Καὶ τὸ ἅγιον ἐρημωθήσεται· καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρ τία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη. Καὶ ἐποίησε, καὶ εὐωδώθη. Καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι· Ἕως πότε ἡ ὅρασις στήσεται, καὶ ἡ θυσία ἡ ἀρ θεῖσα, καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον, καὶ ἡ δύναμις συμπατηθήσεται; Καὶ εἶπεν αὐτῷ· Ἕως ἑσπέρας καὶ πρωῒ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον. Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, ἐγὼ ∆ανιὴλ, τὴν ὅρασιν, ζητῶν (l. καὶ ἐζήτουν) σύνεσιν. Καὶ ἰδοὺ ἔστη ἐνώπιόν μου. Καὶ ὅρασις (l. μου, ὡς ὅρ.) ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβάl. Καὶ ἐκάλεσε, καὶ εἶπεν· Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. Καὶ ἦλθε, καὶ ἔστη ἐχόμενα τὸν (l. ἐχόμενος τῆς) στάσεώς μου. Καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν, ἐθαμβή θην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου. Καὶ εἶπε πρός με· Σύνες, υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς και ροῦ πέρας ἡ ὅρασις. Καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ' ἐμοῦ, πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν· καὶ ἥψατό μου, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου. Καὶ εἶπεν· Ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τῆς ὀργῆς· ἔτι γὰρ εἰς καιροῦ πέρας. Ὁ κριὸς ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Μή δων καὶ Περσῶν. Καὶ ὁ τράγος τῶν αἰγῶν, βασι λεὺς Ἑλλήνων. Καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βα σιλεὺς ὁ πρῶτος. Καὶ ὅτι συνετρίβη, καὶ ἀνέστη τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ, τέσσαρες βασιλεῖς ἀναστήσονται ἀπὸ τοῦ ἔθνους αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ