1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

28

ζῆν τὰ τοῖς αὐτοῦ νόμοις πράττειν ἀκόλουθα· ὅθεν καὶ ἁγίαν προσεῖπεν ταύτην, ἐπειδὴ ἐκείνην ἐνεχώρει μὴ τοιαύτην εἶναι τῇ τῶν προσκομιζόν των κρινομένην κακίᾳ, ἀλλὰ καὶ εὐάρεστον τῷ θεῷ· ἐκείνη γὰρ οὐ πάντως τοιαύτη. καὶ τὸ τὴν λογικὴν λατρείαν ὑμῶν πολὺ τὸ διάφορον ἔδειξεν· οὐ γὰρ ὅμοιον ἀλόγῳ προσκομιδῇ λατρεύειν θεῷ καὶ λογισμῶν τελειότητι τὴν πρὸς τὸν θεὸν συνείδησιν ἐπὶ τῶν ἔργων δεικνύναι. Ro+m 12,3a Τὰ μὲν οὖν προλαβόντα περὶ τῆς καθόλου λεγόμενα ἀρετῆς καλῶς ἔχειν ἠδύνατο, ἐξέρχεται δὲ λοιπὸν ἐπὶ τὸ κατὰ μέρος, πρὸ πάντων τὴν ὑπερηφανίαν ὡς ἂν χείριστον ἀπαγορεύων οὐκέτι παρακλήσει ἀλλ' αὐθεντίᾳ μᾶλλον· οὐ γὰρ ὅμοιον ἐπ' ἀρετὴν προτρέπειν καὶ τὴν τῶν ἀτόπων ἀπαγορεύειν πρᾶξιν· ὅθεν ἐκείνῃ μὲν παράκλησιν συνῆφθαι πρέποι ἄν, ταύτῃ δὲ καὶ σφοδρότης ἁρμόσει πολλάκις, καὶ γὰρ τῇ προσθήκῃ τῆς χάριτος τῆς δοθείσης μοι φοβερωτέραν εἰργάσατο τοῦ κακοῦ τὴν ἀποτροπήν 161. Ro+m 12,3b Παραφροσύνην τὴν ὑπερηφανίαν εἰπών, ὑγιῆ δὲ φρόνησιν τὴν μετριότητα, ἵνα μὴ ἐντεῦθεν σύγχυσίν τινα ἐργάζεσθαι δόξῃ, ὡς ἂν οὐδὲ τῆς ἐκκλησιαστικῆς εὐταξίας δι' ὑπερβολὴν μετριότητος φυλάττεσθαι ἐν αὐτοῖς ὀφειλούσης, καλῶς ἐπάγει· ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισε μέτρον πίστεως. βούλομαι, φησί, μετριάζειν μὲν ἅπαντας, φυλάτ τεσθαι δὲ ἐν ὑμῖν καὶ τὴν τάξιν ἀναλόγως τοῖς νενεμημένοις ὑμῖν ὑπὸ τοῦ θεοῦ χαρίσμασιν· ἐπειδὴ γὰρ πλεῖστα ἧν ἐν αὐτοῖς τὰ χαρίσματα, μερισμὸν πίστεως καὶ ἐπιμέτρησιν λέγει τῶν χαρισμάτων τὴν διανομήν. Ro+m 12,6 Τὴν δὲ τοῦ χωρίου τούτου ἀκολουθίαν ὁ μέν τις ἀπέδωκε χωρὶς τοῦ δὲ συνδέσμου ἀναγινώσκων καὶ τοῖς ἀνωτέρω ἐπισυνάπτων. οὕτω γάρ, φησί, νοητέον· μέλη ἀλλήλων ἐσμὲν ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα· εἰ γὰρ καὶ διάφορα ταῦτα, ἀλλ' οὖν εἰς κοινὴν ὠφέλειαν ὑπὸ τῆς θείας κεχορήγηται χάριτος. Ro+m 12,8Τὸ ὁ προϊστάμενος ἀντὶ τοῦ ὁ ἐπιμελούμενος λέγει. οὕτως καὶ ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ· εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιμε λήσεται; σαφῶς τὴν προστασίαν ἐπὶ τῆς ἐπιμελείας λέγων· διάφοροι γὰρ τρόποι τότε μάλιστα εὐποιΐας παρὰ τῶν εὐπορωτέρων εἰς τοὺς πενεστέρους τῶν ὁμοπίστων ἐγίνετο, περὶ ὧν νῦν λέγει καὶ τὸ ὁ μετα διδούς, καὶ τὸ ὁ προϊστάμενος, καὶ τὸ ὁ ἐλεῶν περὶ τῶν αὐτῶν λέγων. Ro+m 12,10 Τὸ τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοί ἐστι μὲν ὅμοιόν πως τῷ ἡ ἀγάπη ἀνυπόκριτος, ἐπείπερ οὐδὲν διαλλάττει τοῦ ἀληθινῶς ἀγαπᾶν τὸ σφόδρα στέργειν, ἔχει δέ τι πλέον τῇ τοῦ εἰς ἀλλήλους προσθήκῃ· τὴν γὰρ αὐτὴν σπουδὴν πάντας περὶ ἀλλήλους ἔχειν βούλεται, ἐπεὶ μηδὲ οἶόν τε ἄλλως κρατεῖσθαι τὴν ἀγάπην, ἀλλ' ἢ τοῦ ἀγαπωμένου τὴν αὐτὴν σώζειν περὶ τὸν ἀγαπῶντα γνώμην ἐσπουδακότος, ὅπερ εἰ μὴ γίγνοιτο, ἀφέξεται τοῦ ἀγαπᾶν πάντως ὁ ἀγαπῶν ὅσην ἂν ἔχῃ τὴν φιλίαν, οὐκ ἀνεχόμενος φιλῶν περιορᾶσθαι 162. Ro+m 12,133 Ταῖς χρείαις, φησί, τῶν ἁγίων κοινωνοῦντες. ἔνια δὲ τῶν ἀντιγράφων ταῖς μνείαις ἔχει, τῆς αὐτῆς οὔσης διανοίας· λέγει γὰρ ὅτι δίκαιον ὑμᾶς μνημονεύειν πάντοτε τῶν ἁγίων, κοινάς τε αὐτῶν τὰς χρείας νομίζειν καὶ οὕτως αὐτοῖς ἐπικουφίζειν τὴν ἔνδειαν. Ro+m 12,16-17 Μὴ γίνεσθε, φησί, φρόνιμοι παρ' ἑαυτοῖς, τοῦτο πάλιν ἕτερον γινόμενον ἀπὸ ὑπερηφανίας. μὴ τὸ τῆ διανοίᾳ σου , φησί, παραστὰν ἁπλῶς αἱροῦ, ὅταν τῇ κοινῇ ὑπολήψει φαίνηται ἄτοπον. καλῶς δὲ καὶ τὸ μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· πάλιν γὰρ ἐπὶ τὰ πρὸς τοὺς ἐναντίους ἀπὸ τῶν πρὸς ἀλλήλους ἐξελήλυθεν. προσέθηκεν οὖν τὸ μηδενὶ ἀντὶ τοῦ οὐδὲ ἐπὶ τῶν ἀλλοτρίων τῆς πίστεως τοῦτο ἐπιδείκνυσθαι δίκαιον.

Ro+m 13,5 Κατ' ἀμφότερα, φησί, τὸ ὑποτετάχθαι τοῖς τοιούτοις πρέπει, τοῦτο μὲν ἵνα τὸ πρέπον διαπραττόμενοι τὴν ἐκεῖθεν τιμωρίαν ἐκκλίνωμεν, τοῦτο δὲ ἵνα τῇ πρὸς τούτους αἰδοῖ τὴν ὀφειλομένην συνείδησιν τῷ ταῦτα τάξαντι θεῷ