1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

29

Αἰγύπτῳ, ἣν καὶ αὐτὴν ᾠκοδόμησαν οἱ υἱοὶ Ἰσραὴλ κατὰ τοὺς Οʹ· τὸ γὰρ Ἑβραϊκὸν οὐκ ἔχει, καὶ εἰκότως, προϋπῆρχε γὰρ τῆς εἰσόδου τῶν υἱῶν Ἰσραήλ, καὶ ἦν γε αὐτῆς ἱερεὺς ὁ τῆς Ἀσεννὲκ πατήρ. Ὦρ ̣Num 20, 22. 28 ̣. ὄρος ἐν ᾧ τελευτᾷ Ἀαρὼν πλησίον Πέτρας πόλεως, ἐν ᾧ καὶ εἰς ἔτι νῦν δείκνυται ἡ ἐπὶ Μωϋσέως ῥεύσασα πέτρα. Ὠβώθ ̣Num 21, 10 ̣. σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. Ἰησοῦ καὶ Βασιλειῶν. Ὦσα ̣Jos 19, 29 ̣. κλήρου Ἀσήρ. Ὠράμ ̣Jos 19, 38 ̣. κλήρου Νεφθαλείμ. Ὠφείρ ̣I Kön 9, 28 ̣. ὅθεν τὸ χρυσίον ἐφέρετο τῷ Σολομῶνι, ὡς ἐν Βασιλείαις. ἦν δὲ καὶ ἑνὸς τῶν ἀπογόνων Ἐβὲρ ὄνομα Οὐφείρ, οὗ τοὺς υἱοὺς «ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας» κατοικῆσαι Ἰώσιππος ἱστορεῖ, ἀφ' οὗ καὶ τὴν χώραν εἰκότως τῆς προσηγορίας τυχεῖν. Ὤν ̣Hos 10, 5̣. πόλις τῆς Σαμαρείας. τὸ δὲ Ἑβραϊκὸν περιέχει Αὖν. Ἀʹ Σʹ ἀνωφελοῦς, Θʹ τῆς ἀδικίας. Ὠλώ ̣Jer 48, 21 ̣. πόλις ἱερατική. Ὠροναείμ ̣Jer 48, 34̣. πόλις Μωάβ. ἐν Ἱερεμίᾳ.