1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

29

μὲν εἰκὼν πρὸς τὸ κρεῖττον τῶν ἐν ἡμῖν νοουμένων ᾠκείωται· τὰ δὲ, ὅσα περὶ τὸν βίον λυπηρά τε καὶ ἄθλια, πόῤῥω τῆς πρὸς τὸ Θεῖόν ἐστιν ὁμοιώσεως.

ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.

Ὅτι ἡ ἀνάστασις οὐ τοσοῦτον ἐκ τοῦ κηρύγμα τος τοῦ Γραφικοῦ, ὅσον ἐξ

αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων ἀκολούθως ἐλπίζεται. Ἀλλ' οὐχ οὕτως ἐστὶν ἰσχυρὸν ἡ κακία, ὡς τῆς ἀγαθῆς ὑπερισχύσαι δυνάμεως· οὐδὲ κρείττων καὶ μονιμωτέρα τῆς, Θεοῦ σοφίας ἡ τῆς φύσεως ἡμῶν ἀβουλία. Οὐδὲ γάρ ἐστι δυνατὸν τὸ τρεπόμενόν τε καὶ ἀλλοιούμενον, τοῦ ἀεὶ ὡσαύτως ἔχοντος, καὶ ἐν τῷ ἀγαθῷ πεπηγότος, ἐπικρατέστερόν τε καὶ μονιμώτε ρον εἶναι· ἀλλ' ἡ μὲν θεία βουλὴ πάντη τε καὶ πάν τως τὸ ἀμετάθετον ἔχει, τὸ δὲ τρεπτὸν τῆς φύσεως ἡμῶν οὐδὲ ἐν τῷ κακῷ πάγιον μένει. Τὸ γὰρ ἀεὶ πάντως κινούμενον, εἰ μὲν πρὸς τὸ καλὸν ἔχοι τὴν πρόοδον, διὰ τὸ ἀόριστον τοῦ διεξοδευομένου πράγμα τος οὐδέποτε λήξει τῆς ἐπὶ τὰ πρόσω φορᾶς. Οὐδὲ γὰρ εὑρήσει ζητουμένου πέρας οὐδὲν, οὗ δραξάμενον στήσεταί ποτε τῆς κινήσεως. Εἰ δὲ πρὸς τὸ ἐναντίον τὴν ῥοπὴν σχοίη. ἐπειδὰν διανύσῃ τῆς κακίας τὸν δρόμον, καὶ ἐπὶ τὸ ἀκρότατον τοῦ κακοῦ μέτρον ἀφίκηται· τότε τὸ τῆς ὁρμῆς ἀεικίνητον οὐδεμίαν ἐκ φύσεως στάσιν εὑρίσκον, ἐπειδὰν διαδράμῃ τὸ ἐν κακίᾳ διάστημα, κατ' ἀνάγκην ἐπὶ τὸ ἀγαθὸν τρέ πει τὴν κίνησιν. Μὴ γὰρ προϊούσης κακίας ἐπὶ τὸ ἀόριστον, ἀλλ' ἀναγκαίοις πέρασι κατειλημμένης, ἀκολούθως ἡ τοῦ ἀγαθοῦ διαδοχὴ τὸ πέρας τῆς κακίας ἐκδέχεται. Καὶ οὕτω, καθὼς εἴρηται, τὸ ἀεικίνητον ἡμῶν τῆς φύσεως πάλιν ὕστατον ἐπὶ τὴν ἀγαθὴν ἀνατρέχει πορείαν, τῇ μνήμῃ τῶν προδεδυστυχημέ νων πρὸς τὸ μὴ πάλιν ἐναλῶναι τοῖς ἴσοις σωφρονι ζόμενον. Οὐκοῦν ἔσται πάλιν ἐν καλοῖς ὁ δρόμος ἡμῖν, διὰ τὸ πέρασιν ἀναγκαίοις περιωρίσθαι τῆς κακίας τὴν φύσιν. Καθάπερ γὰρ οἱ δεινοὶ τὰ μετέωρα, τοῦ μὲν φωτὸς πάντα λέγουσι τὸν κόσμον εἶναι κατά πλεων, τὸ δὲ σκότος τῇ ἀντιφράξει τοῦ κατὰ τὴν γῆν σώματος ἀποσκιαζόμενον γίνεσθαι (ἀλλὰ τοῦτο μὲν κατὰ τὸ σχῆμα τοῦ σφαιροειδοῦς σώματος, κατὰ νώτου τῆς ἡλιακῆς ἀκτῖνος κωνοειδῶς κατακλείεσθαι, τὸν δὲ ἥλιον πολλαπλασίονι τῷ μεγέθει τὴν γῆν ὑπερβάλλοντα, πανταχόθεν αὐτὴν ταῖς ἀκτῖσιν ἐν κύκλῳ περιπτυσσόμενον, συνάπτειν κατὰ τὸ πέρας τοῦ κώ νου τὰς τοῦ φωτὸς συμβολὰς, ὥστε καθ' ὑπόθεσιν, εἰ γένοιτό τινι δύναμις διαβῆναι τὸ μέτρον, εἰς ὅσον ἐκτείνεται ἡ σκιὰ, πάντως ἂν ἐν φωτὶ γενέσθαι μὴ διακοπτομένῳ ὑπὸ τοῦ σκότους)· οὕτως οἶμαι δεῖν καὶ περὶ ἡμῶν διανοεῖσθαι, ὅτι διεξελθόντες τὸν τῆς κακίας ὅρον, ἐπειδὰν ἐν τῷ ἄκρῳ γενώμεθα τῆς 204 κατὰ τὴν ἁμαρτίαν σκιᾶς, πάλιν ἐν φωτὶ βιοτεύσο μεν, ὡς κατὰ τὸ ἀπειροπλάσιον πρὸς τὸ τῆς κακίας μέτρον τῆς τῶν ἀγαθῶν φύσεως περιττευούσης. Πάλιν οὖν ὁ παράδεισος, πάλιν τὸ ξύλον ἐκεῖνο, ὁ δὴ καὶ ζωῆς ἐστι ξύλον, πάλιν τῆς εἰκόνος ἡ χάρις, καὶ ἡ τῆς ἀρχῆς ἀξία. Οὔ μοι δοκεῖ τούτων οὐδὲν, ὅσα νῦν πρὸς τὴν τοῦ βίου χρείαν παρὰ τοῦ Θεοῦ τοῖς ἀνθρώ ποις ὑπέζευκται· ἀλλ' ἑτέρας τινὸς βασιλείας ἐστὶν ἡ ἐλπὶς, ἧς ὁ λόγος ἐν ἀποῤῥήτοις μένει.

ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.

Πρὸς τοὺς λέγοντας, εἰ καλόν τι καὶ ἀγαθὸν ἡ ἀνάστασις, τί οὐχὶ ἤδη

γέγονεν, ἀλλὰ χρόνων τισὶ περιόδοις ἐλπίζεται. Ἀλλὰ τῆς ἀκολουθίας τῶν ἐξητασμένων ἐχώμεθα. Ἴσως γάρ τις πρὸς τὸ γλυκὺ τῆς ἐλπίδος πτερωθεὶς τὴν διάνοιαν, ἄχθος ἡγεῖται καὶ ζημίαν τὸ μὴ θᾶττον ἐν τοῖς ἀγαθοῖς ἐκείνοις γενέσθαι, ἂ ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν ἀνθρωπίνην ἐστὶ, καὶ δεινὴν ποιεῖται τὴν διὰ μέσου πρὸς τὸ ποθούμενον τοῦ χρόνου παρά τασιν. Ἀλλὰ μὴ στενοχωρείσθω, καθάπερ τις