29
ἄλλην καλῶν ἢ φαύλων σὺν τύχῃ μεθορμιζόμενος. Οὐ γὰρ ἔστι τὸ ἐξ ἀρετῆς ἐγγε νέσθαι κέρδος, οἷς ἡ φύσις ἐκ τῶν ἐναντίων τὴν ἀρχὴν ἔχει. Εἰ μὲν γὰρ θεόθεν οἰκονομεῖται ἡμῶν ἡ ζωὴ, τὸ δὲ κακίαν κατάρχειν τῆς ζωῆς ἡμῶν συνομολογεῖται. Εἰ δὲ δι' ἐκείνης φυόμεθα, πάντη τε καὶ πάντως κατ' αὐτὴν βιοτεύσομεν. Λῆρος οὖν διὰ τούτων ἀποδειχθήσεται, τὰ μετὰ τὸν τῇδε βίον δι καιωτήρια· καὶ ἡ πρὸς ἀξίαν ἀνταπόδοσις, καὶ ὅσα ἄλλα πρὸς ἀναίρεσιν τῆς κακίας λέγεται καὶ πεπίστευται. Πῶς γὰρ δυνατὸν ἔξω ταύτης εἶναι τὸν ἄνθρωπον τὸν δι' ἐκείνης φύντα; Πῶς δὲ καὶ ὁρμή τις ἐγένετο προαιρετικὴ τῷ ἀνθρώπῳ πρὸς τὸν κατ' ἀρετὴν βίον, οὗ ἡ φύσις ἐκ κακίας, ὡς λέγουσι, τὴν ἀρχὴν ἔχει; Ὡς γὰρ οὐκ ἐπιχειρεῖ τι τῶν ἀλόγων ἀνθρωπικῶς φθέγξασθαι, τῇ δὲ συντρόφῳ καὶ κατὰ φύσιν κεχρημένα φωνῇ, οὐδε μίαν ἡγεῖται ζημίαν ἀμοιροῦντα τῷ λόγῳ· κατὰ τὸν αὐτὸν τρόπον, καὶ οἷς ἡ κακία νομίζεται εἶναι τῆς ζωῆς ἀρχὴ καὶ αἰτία, οὐκ ἂν εἰς ἐπι θυμίαν ἔλθοιεν τῆς ἀρετῆς, ὡς ἔξω τῆς φύσεως αὐ τῶν οὔσης. Ἀλλὰ μὴν πᾶσι τοῖς κεκαθαρμένοις ἐκ λογισμῶν τὴν ψυχὴν διὰ σπουδῆς τε καὶ ἐπιθυμίας ὁ κατ' ἀρετὴν βίος ἐστίν. Ἄρα διὰ τού των σαφῶς ἀποδείκνυται, τὸ μὴ πρεσβυτέραν εἶναι τῆς ζωῆς τὴν κακίαν, μήτ' ἐκεῖθεν τὰς πρώτας ἀρχὰς ἐσχηκέναι τὴν φύσιν, ἀλλὰ κατάρχειν ἡμῶν τῆς ζωῆς τὴν τὸ πᾶν οἰκονομοῦσαν τοῦ Θεοῦ σοφίαν. Ἐλθοῦσαν δὲ εἰς γένεσιν τὴν ψυχὴν κατὰ τὸν ἀρέσκοντα τρόπον τῷ κτίσαντι, τότε κατ' ἐξου σίαν αὐτὴν αἱρεῖσθαι τὸ κατὰ γνώμην ἐκ τῆς προαιρετικῆς δυνάμεως, ὅ τί περ ἂν ἐθέλει τοῦτο καὶ γινομένην. Μάθοιμεν δ' ἂν τὸν λόγον ἐκ τοῦ τῶν ὀφθαλμῶν ὑποδείγματος, ᾧ τὸ μὲν ὁρᾷν ἐστιν ἐκ φύσεως τὸ δὲ μὴ ὁρᾷν ἐκ προαιρέσεως ἢ καὶ πάθους. Γένοιτο γὰρ ἄν ποτε καὶ τὸ παρὰ φύσιν ἀντὶ τῆς φύσεως, ἢ ἑκουσίως τινὸς τὸν ὀφθαλμὸν μύοντος, ἢ ἐκ πάθους στερηθέντος τῆς ὄψεως. Οὕτως ἔστιν εἰπεῖν, καὶ τῇ ψυχῇ θεόθεν μὲν εἶναι τὴν σύστα σιν, μηδεμιᾶς δὲ νοουμένης περὶ τὸ Θεῖον κα κίας, ἔξω τῆς κατ' αὐτὴν ἀνάγκης εἶναι· γενομένην δὲ οὕτως τῇ ἰδίᾳ γνώμῃ πρὸς τὸ δοκοῦν ἄγεσθαι, ἢ ἐκ προαιρέσεως πρὸς τὸ καλὸν ἐπιμύουσαν, ἢ ἐξ ἐπι βουλῆς τοῦ συνοικοῦντος ἡμῶν τῇ ζωῇ πολέμου τὸν ὀφθαλμὸν βλαπτομένην, καὶ ἐν τῷ τῆς ἀπάτης 46.121 βιοτεύουσαν σκότει, καὶ τὸ ἔμπαλιν καθα ρῶς πρὸς τὴν ἀλήθειαν βλέπουσαν, πόῤῥω γίνε σθαι τῶν σκοτεινῶν παθημάτων. Πότε οὖν ἐρεῖ τις γινομένην, καὶ πῶς; Ἀλλὰ τὴν μὲν ζήτησιν τὴν περὶ τοῦ πῶς τὰ καθ' ἕκα στον γέγονεν, ἐξαιρετέον πάντη τοῦ λόγου. Οὔτε γὰρ περὶ τῶν προχείρων ἡμῖν εἰς κατανόησιν, ὧν τὴν ἀντίληψιν δι' αἰσθήσεως ἔχομεν, δυνατὸν ἂν γένοιτο τῷ διερευνωμένῳ λόγῳ, τὸ πῶς ὑπέστη τὸ φαινόμε νον κατανοῆσαι, ὡς μήτε τοῖς θεοφορουμένοις καὶ ἁγίοις ἀνδράσι τὸ τοιοῦτον ληπτὸν νομισθῆναι. Πί στει γὰρ νοοῦμεν, φησὶν ὁ Ἀπόστολος, κατ ηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐμ φαινομένων τὰ ὁρώμενα γεγονέναι· οὐκ ἂν, ὡς οἴομαι, τοῦτο εἰπὼν, εἴπερ ᾤετο γνωστὸν, εἶναι διὰ τῶν λογισμῶν τὸ ζητούμενον. Ἀλλ' ὅτι μὲν θελήματι θείῳ κατήρτισται αὐτός τε ὁ αἰὼν, καὶ πάντα ὅσα ἐν αὐτῷ γεγένηται (ὁστισοῦν ἂν εἴη οὗτος ὁ αἰὼν, ᾧ παραθεωρεῖται πᾶσα ὁρατή τε καὶ ἀόρατος κτίσις), τοῦτο πεπιστευκέναι φησὶν ὁ Ἀπό στολος, τὸ δὲ πῶς ἀφῆκεν ἀδιερεύνητον. Οὐδὲ γὰρ ἐφικτὸν τὸ τοιοῦτον οἶμαι τοῖς ἀναζητοῦσιν εἶναι, πολλὰς ἀμηχανίας τοῦ περὶ τούτων ζητήματος ἡμῖν προδεικνύντος, πῶς ἐκ τῆς ἑστώσης φύσεως τὸ κι νούμενον ἐκ τῆς ἁπλῆς τε καὶ ἀδιαστάτου τὸ διαστη ματικόν τε καὶ σύνθετον; Ἄρα ἐξ αὐτῆς τῆς ὑπερκειμένης οὐσίας; Ἀλλ' οὐχ ὁμολογεῖ τὸ ἑτερο γενὲς ἔχειν πρὸς ἐκείνην τὰ ὄντα, ἀλλ' ἑτέρωθεν πόθεν. Καὶ μὴν οὐδὲν ἔξωθεν τῆς θείας φύσεως ὁ λόγος βλέπει. Ἦ γὰρ ἂν διασχισθείη πρὸς δια φόρους ἀρχὰς ἡ ὑπόληψις, εἴ τι τῆς ποιητικῆς αἰτίας ἔξω νομισθείη, παρ' οὗ ἡ τεχνικὴ σοφία, τὰς πρὸς τὴν κτίσιν παρασκευὰς ἐρανίζεται. Ἐπεὶ οὖν ἓν μὲν τῶν ὄντων τὸ αἴτιον, οὐχ ὁμογενῆ δὲ τῇ ὑπερκει μένῃ φύσει τὰ δι' ἐκείνης παραχθέντα εἰς γένεσιν· ἴση δὲ καθ' ἑκάτερον ἐν τοῖς ὑπονοουμένοις ἡ ἀτοπία, τό τε ἐκ τῆς φύσεως τοῦ Θεοῦ τὴν κτίσιν οἴεσθαι, καὶ τὸ ἐξ ἑτέρας τινὸς