29
κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν εἰδότες αὐτὰς καὶ ἀσπασάμενοι, τοῦ Θεοῦ κρεῖσσόν τι περὶ ἡμῶν προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Ταῦτα κατέχετε, καὶ μέμνησθε, καὶ τοὺς οὐκ ἀκηκοότας διδάσκετε· ταῦτα καὶ ἐν ἐκκλησίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ μελετάτω ἕκαστος. Οὐδὲν γὰρ ἡδύτερον ἀκροάσεως θείας. Ἄκουσον γοῦν τί φησι περὶ ταύ 54.616 της ὁ Προφήτης· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Τοῦτο τοίνυν παρατίθει τὸ κηρίον ἐπὶ τῆς τραπέζης τῆς ἑσπερινῆς, ὥστε πᾶσαν αὐτὴν ἡδονῆς πληρῶσαι πνευματικῆς. Οὐχ ὁρᾶτε τοὺς εὐπόρους τῶν ἀνθρώπων, πῶς μετὰ τὰ σιτία κιθαρῳδοὺς καὶ αὐλητὰς ἐπεισάγουσι; Θέατρον ἐκεῖνοι ποιοῦσι τὴν ἑαυτῶν οἰκίαν σὺ ποίησον τὴν οἰκίαν τὴν σὴν οὐρανόν· ποιήσεις δὲ, οὐχὶ τοὺς τοίχους ἀμείβων, οὐδὲ μεταλλάττων τὰ θεμέλια, ἀλλ' αὐτὸν τὸν τῶν οὐρανῶν ∆εσπότην ἐπὶ τὴν τράπεζαν καλῶν τὴν σήν. Οὐκ ἐπαισχύνεται τὰ τοιαῦτα δεῖπνα ὁ Θεός. Ἔνθα γὰρ διδασκαλία πνευματικὴ, ἐκεῖ καὶ σωφροσύνη, καὶ σεμνότης, καὶ ἐπιείκεια· ἔνθα ἀνὴρ καὶ γυνὴ καὶ παιδία, καὶ ὁμόνοια καὶ φιλία, καὶ τοῖς τῆς ἀρετῆς συνδεδεμένοι δεσμοῖς, ἐκεῖ μέσος ὁ Χριστός. Οὐ γὰρ χρυσοῦν ὄροφον ζητεῖ, οὐδὲ ἀστραπὰς κιόνων, οὐδὲ κάλλη μαρμάρων, ἀλλὰ ψυχῆς ὥραν, καὶ διανοίας εὐμορφίαν, καὶ τράπεζαν δικαιοσύνης γέμουσαν καὶ ἐλεημοσύνης καρποὺς ἔχουσαν. Κἂν ἴδῃ τοιαύτην τράπεζαν, ταχέως κοινωνεῖ τοῦ συλλόγου, καὶ παραγίνεται. Καὶ γὰρ αὐτός ἐστιν ὁ εἰρηκώς· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν μεγάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκειμένων δῷς τι τῷ δεομένῳ, τὸν ∆εσπότην ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐτὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρχῆς ἀφορμὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ ταμεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ διδοὺς ἄρτον εἰς βρῶσιν, καὶ σπέρμα τῷ σπείροντι, πληθύνοι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσειε τὰ γεννήματα τῆς δικαιοσύνης ἐν πᾶσιν ὑμῖν, τὴν παρ' αὐτοῦ χάριν διδοὺς, καὶ καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ηʹ. Εἰς τὴν ἡμέραν χειμέριον οὖσαν, καὶ εἰς τὴν σύνοδον τῶν ἐπισκόπων, καὶ εἰς τὴν δόσιν τῆς ἐντολῆς πρὸς τὸν Ἀδὰμ, καὶ ὅτι πολλῆς κηδεμονίας τὸν
νόμον λαβεῖν. αʹ. Ἡ μὲν τῶν νεφῶν συνδρομὴ τὴν ἡμέραν ἡμῖν κατηφεστέραν ἐποίησεν· ἡ δὲ παρουσία τοῦ διδασκάλου φαιδροτέραν αὐτὴν εἰργάσατο. Οὐ γὰρ οὕτως ἥλιος ἐκ μέσης τῶν οὐρανῶν τῆς κορυφῆς τὰς ἀκτῖνας ἀφιεὶς, καταλάμπει τὰ σώματα, ὡς ὄψις πατρικῆς φιλοστοργίας ἀκτῖνας ἀφιεῖσα ἐκ μέσου τοῦ θρόνου, καταυγάζει τὰς ἡμετέρας ψυχάς. Ὅπερ οὖν καὶ αὐτὸς συνιδὼν, οὐχὶ μόνος ἡμῖν παραγέγονεν, ἀλλὰ καὶ φωστήρων χορὸν ἔχων ἦλθε μεθ' ἑαυτοῦ, ὥστε πλέον γενέσθαι τὸ φῶς. ∆ιὸ καὶ ἡ ἐκκλησία ἡμῖν ἀγάλλεται, καὶ σκιρτᾷ τὰ ποίμνια, καὶ ἡμεῖς μετὰ πλείονος προθυμίας τῶν λόγων ἁπτόμεθα. Ὅπου γὰρ συνδρομὴ ποιμένων, ἐκεῖ καὶ προβάτων ἀσφάλεια. Οὕτω καὶ ναῦται χαίρουσι, κυβερνητῶν αὐτοῖς παρόντων πολλῶν· καὶ γὰρ γαλήνης οὔσης καὶ νηνεμίας, τὸν τῆς κωπηλασίας πόνον αὐτοῖς ἐπικουφίζουσι διὰ τῶν οἰάκων· καὶ τῆς θαλάσσης στασιαζούσης, τῇ τέχνῃ καὶ τῇ πολυχειρίᾳ τὴν τῶν ὑδάτων