1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

29

ἀποδιδόντες φαινώμεθα. δῆλον δὲ ἄρα κἀκεῖνο ὡς ὑποτάσσεσθαι τοῖς ἄρχουσιν ἐν τούτοις ὁ μακάριος Παῦλος παραινεῖ. οὐχ ἵνα κἂν ἀσεβεῖν ἀναγκάζωσι πειθώμεθα· σαφῶς γὰρ καὶ τὸν σκοπὸν εἶπε τῆς ἀρχῆς, καὶ οὗπερ ἕνεκεν ὁ θεὸς οὕτως ἔταξε τὰ ἀνθρώπινα, ὥστε τὸ περὶ τῆς εὐσεβείας νομοθετεῖν ἃ μὴ δεῖ οὐ τοῦ σκοποῦ τῆς ἀρχῆς εἴη ἄν, ἀλλὰ τῆς γνώμης τῶν οὐκ εἰς δέον τῷ ἄρχειν κεχρημένων. τὰ μὲν γὰρ εἰς θεὸν ἀναφερόμενα οὐ τῶν ἀρχόντων κρίνειν ἴδιον, ἐπειδὴ μηδὲ πρὸς τοῦτο κατέστησαν, περὶ δὲ τῶν ἐν ἀνθρώποις κινουμένων καὶ τῶν πρὸς ἀλλήλους δικαίων μεσίται τινὲς καὶ βραβευταὶ τοῦ δικαίου οἱ ἄρχοντες καθιστάμενοι, ὅταν ἀκόλουθα τῷ οἰκείῳ σκοπῷ διαπράττονται, ἀναγκαιότατόν τι χρῆμα δεικνύουσι τὴν ἀρχήν. Ro+m 13,7 Φόρον καλεῖ τὴν ὑπὲρ τῆς γῆς συντέλειαν, τέλος δὲ τὴν ὑπὲρ τῆς ἐμπορίας ἢ τινὸς τέχνης σωματικῆς 163. Ro+m 13,8 Συντόμως εἰπεῖν νόμου πλήρωσις τῆς ἀγάπης ἡ φυλακή, καὶ ἐπειδὴ παράδοξον ἄγαν ἦν τὸ λεγόμενον, ἐπήγαγε τὸ ἑξῆς. Ro+m 13,10 Ἅπαν νόμιμον ἢ ἀπαγόρευσιν ἔχει κακοῦ ἢ πρᾶξιν καλοῦ· τὰ μὲν γὰρ ἵνα μὴ βλάπτωμεν ἀλλήλους ὁ νομοθέτης ἐξέθετο, τὰ δὲ ἵνα τι καὶ εὐποιῶμεν ἀλλήλους κατὰ δύναμιν. ἀλλὰ πάντα ταῦτα περιείληπται ἐν τῷ ἀγαπᾶν τὸν πλησίον ἐπιτάττοντι νομίμῳ· καλῶς οὖν τὸ ἀνακεφα λαιοῦται, ἀντὶ τοῦ πάντα ἐκεῖνα τὰ διὰ πολλῶν νενομοτεθημένα ὥσπερ τινὰ ἀνακεφαλαίωσιν ἐν τῷ τὸν πλησίον ἀγαπᾶν περιέχεται. Ὁ γὰρ ἀγαπῶν, φησί, βλάπτειν τὸν ἀγαπώμενον οὐκ ἀνέχεται, εἴπερ ἀληθῆ περὶ αὐτὸν ἔχει ἀγάπην· οὐκοῦν τῆς ἀγάπης ἡ φυλακὴ τοῦ παντός ἐστι νόμου κατόρθωσις. εἶτα ἐπὶ παραίνεσιν ἐκφέρει τὸν λόγον καί φησι τὸ ἑξῆς. Ro+m 13,11 Οὕτως ἀναγνωστέον, καὶ τοῦτο, εἶτα διαστήσαντα, εἰδότες τὸν καιρὸν καὶ τὰ ἑξῆς· βούλεται γὰρ εἰπεῖν ὅτι καὶ τούτου δὲ ἡμῖν ἐπιμελητέον ὅπως ἂν πράττωμεν ἃ δεῖ, εἰδότες ἐφεστῶτα τὸν καιρὸν τοῦ ἀποθέσθαι τὴν ἐπὶ τοῖς ἁμαρτήμασιν ἡδονὴν ὥσπερ τινὰ ὕπνον βαθύν. σωτηρίαν δὲ ἡμῶν καλεῖ τὴν ἀνάστασιν, ἐπειδὴ τότε τῆς ἀληθινῆς ἀπολαύσομεν σωτηρίας. Ro+m 13,12 Ἡ μέραν καλεῖ τὸν ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας καιρόν, ὡς τῆς αὐτοῦ φανερώσεως τρανοτάτην τῶν τε καλῶν καὶ μὴ τοιούτων ποιησαμένης τὴν διάκρισιν, νύκτα δὲ τὸν πρὸ τούτου χρόνον· ἄμφω δὲ ὡς πρὸς ἐκείνους μάλιστα λέγει τοὺς εἰδώλοις προσέχοντας, παρ' οἷς οὐκ ἦν νόμιμα οὐδὲ διδασκαλία τῶν πρακτέων. ὁ τῆς ἀγνοίας οὖν, φησί, καιρὸς παρῆλθεν, ὅτε ἦτε ὡς ἐν νυκτὶ οὔτε θεὸν εἰδότες οὔτε νομίμων δεδεγμένοι διαγόρευσιν , ἐπέστη δὲ ὁ τῆς ἡμέρας καιρὸς ἀντὶ μεγίστου φωτὸς τῆς τοῦ Χριστοῦ παρουσίας ἐπιλαμψάσης ἡμῖν. Ro+m 13,14 Ἀλλ' ἐνδύσασθε, φησί, τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. 164 τὸ ἐνδύσασθε ἀντὶ τοῦ ἐνεδύσασθε λέγει· βούλεται γὰρ εἰπεῖν ὅτι διὰ τῆς ἀναγεννήσεως τοῦ βαπτίσματος συναφθέντες τῷ Χριστῷ καὶ μέλος τοῦ κοινοῦ σώματος τῆς ἐκκλησίας ἀποφανθέντες οὗπερ ἐκεῖνός ἐστι κεφαλή, ὥσπερ ἐνεδύσασθε αὐτὸν τῇ κοινωνίᾳ τῶν προσδοκωμένων, καθὸ καὶ συμμετασχεῖν αὐτῷ τῆς ἀναστάσεως ἐλπίζετε. δίκαιοι τοίνυν ἂν εἴητε τὰ πρέποντα τῇ καταστάσει φρονεῖν ἐκείνῃ, ἐν ᾗπερ ἅπαντα πεπαῦσθαι τὰ τοιαῦτα ἀνάγκη· οὐδὲν οὖν ἐπιτελεῖν τοιοῦτον προσῆκεν ὑμᾶς οἶον ὁ μὲν αἰὼν ἐκεῖνος οὐ δέξεται. ἐπὶ δὲ τῶν φιλαμαρτημόνων πάροδον ἔχει κατὰ τὸν παρόντα καιρόν, ἔνθα φθορᾷ μὲν ἔτι τὸ ἡμέτερον ὑπόκειται σῶμα, πολλὴ δὲ καὶ τῶν παθῶν ἐντεῦθεν ἡμῖν ἡ ἐνόχλησις γίνεται. εἰρήκαμεν δὲ καὶ ἀνωτέρω ὅτι σάρκα ἡ γραφὴ πολλάκις οὐ τὴν φύσιν αὐτὴν ἀλλὰ τὸ θνητὸν ἤτοι τὸ πρόσκαιρον οὕτω καλεῖ· τοῦτο οὖν κἀνταῦθα λέγει τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, οὐ τῆς φύσεως αὐτῆς λέγων, ἀλλ' ἀντὶ τοῦ μὴ ταῖς ἐπιθυμίαις ἑαυτῶν ἐξακολουθεῖτε, σπουδὴν τιθέμενοι ἐκεῖνα πράττειν ἃ κατὰ τὸν παρόντα βίον διὰ τῆς ἐνούσης ἡμῖν θνητότητος τὴν κίνησιν δέχεται. σαρκὸς οὖν πρόνοιαν λέγει τὴν περὶ τὰ παρόντα ἤτοι καὶ τὰ ἄτοπα σπουδήν, ὡς ἂν ἐν τῷ βίῳ τούτῳ πράττεσθαι